De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

77. Εἰσὶ δέ τινες οἷσιν ἐς τὴν ὑστεραίην ὀξυρεγμίαι γίνονται· τούτοισιν ἐν τῇ νυκτὶ ἡ ἀπόκρισις ἀπὸ τῆς πλησμονῆς γίνεται· ὁκόταν οὖν κινηθῇ ἐκ τοῦ ὕπνου τὸ σῶμα, πυκνοτέρῳ τῷ πνεύματι χρησάμενος, βιάζεται ἔξω σὺν τῷ πνεύματι θερμόν τε καὶ ὀξὺ, καὶ ἐκ τούτου νοῦσοι γίνονται, ἢν μή που προμηθείῃ χρέηται. Ξυμφέρει δὲ καὶ τούτοισιν ὡς καὶ τῷ προτέρῳ τὴν θεραπείην ποιήσασθαι· τοῖσι δὲ πόνοισι πλείοσι χρὴ τούτους χρέεσθαι.

78. Γίνεται δέ τισι καὶ τοιάδε· ἐν τοῖσι πυκνοσάρκοισι τῶν

622
σωμάτων, ὅταν τὰ σιτία διαθερμαίνηται καὶ διαχέηται ἀπὸ πρώτου ὕπνου, θερμαινομένης τῆς σαρκὸς ὑπό τε τῶν σιτίων διά τε τὸν ὕπνον, ἀπόκρισις γίνεται ἀπὸ τῆς σαρκὸς πολλὴ ὑγρῆς ἐούσης· εἶτα τὴν μὲν τροφὴν ἡ σὰρξ οὐ δέχεται πυκνὴ ἐοῦσα, τὸ δὲ ἀπὸ τῆς σαρκὸς ἀποκριθὲν ἐναντιούμενον τῇ τροφῇ καὶ βιαζόμενον ἔξω πνίγει τὸν ἄνθρωπον καὶ θερμαίνει, μέχρις ἂν ἐξεμέσῃ· ἔπειτα κουφότερος ἐγένετο· πόνος δὲ οὐδεὶς ἐν τῷ σώματι φανερός· ἀχροίη δὲ ἔνεστι· προϊόντος δὲ τοῦ χρόνου πόνοι τε γίνονται καὶ νοῦσοι. Πάσχουσι δὲ τούτοισι παραπλήσια καὶ ὁκόσοι ἀγύμναστοι ἐόντες, ἐξαπίνης πονήσαντες, σύντηξιν τῆς σαρκὸς βιαίαν καὶ πολλὴν ἐποίησαν. Χρὴ δὲ τοὺς τοιούτους ὧδε θεραπεύειν· ἀφελεῖν τῶν σίτων τὸ τρίτον μέρος· τοῖσι δὲ σίτοισι χρέεσθαι τοῖσι δριμέσι καὶ ξηροῖσι καὶ αὐστηροῖσι καὶ εὐώδεσι καὶ οὐρητικοῖσι, τοῖσι δὲ δρόμοισι τοῖσι μὲν πλείστοισι καμπτοῖσιν ἐν ἱματίῳ, γυμνοῖσι δὲ τοῖσι διαύλοισι καὶ τοῖσι τροχοῖσι, τρίψεσι δὲ καὶ πάλῃ ὀλίγῃ, ἀκροχειρισμοῖσιν, ἀκροχείρισις καὶ κωρυκομαχίη ξυμφορώτερον· τοῖσι δὲ περιπάτοισιν ἀπὸ τῶν γυμνασίων πολλοῖσι καὶ τοῖσιν ὀρθρίοισι καὶ ἀπὸ δείπνου· φωνῆς δὲ πόνος μάλα ἐπιτήδειος, κένωσιν γὰρ τοῦ ὑγροῦ ποιεύμενος ἀραιοῖ τὴν σάρκα· ξυμφέρει δὲ ἀνάριστον διάγειν· χρέεσθαι δὲ τοῖσι τοιούτοισιν ἐν ἡμέρῃσι δέκα· εἶτα προσθέσθαι τὸ ἥμισυ τοῦ σίτου τοῦ ἀφαιρεθέντος ἐς ἡμέρας ἕξ, καὶ ἔμετον ποιήσασθαι, ἐκ
624
δὲ τοῦ ἐμέτου προσάγειν ἐς ἡμέρας τέσσαρας τὸ σιτίον· ὅταν δὲ ἡμέραι δέκα γένωνται ἀπὸ τοῦ ἐμέτου, κομισάσθω τὸ ἀφαιρεθὲν σιτίον ἅπαν· τοῖσι δὲ πόνοισι καὶ τοῖσι περιπάτοισι προσεχέτω, καὶ ὑγιὴς ἔσται. Ἡ δὲ τοιαύτη φύσις πόνου πλείονος δέεται ἢ σίτου.

79. Ἑτέρα πλησμονή· πάσχουσι δέ τινες καὶ τοιάδε· διαχωρέει τὸ σιτίον αὐτέοισιν ὑγρὸν ἄπεπτον οἷον ἐκ λειεντερίης, καὶ πόνον οὐδένα παρέχει· πάσχουσι δὲ τοῦτο μάλιστα αἱ κοιλίαι ὅσαι ὑγραὶ καὶ ψυχραί εἰσιν· διὰ μὲν τὴν ψυχρότητα οὐ ξυνεψεῖ, διὰ δὲ τὴν ὑγρότητα διαχωρέει· τὸ οὖν σῶμα τρύχεται τροφὴν οὐ λαμβάνον τὴν προσήκουσαν, αἵ τε κοιλίαι διαφθείρονται, ἐς νούσους τε ἐμπίπτουσιν. Ἀλλὰ χρὴ προμηθέεσθαι· ξυμφέρει δὲ τούτῳ τῶν μὲν σιτίων ἀφελεῖν τὸ τρίτον μέρος· ἔστω δὲ τὰ σιτία ἄρτοι ἄζυμοι συγκομιστοὶ, κλιβανῖται, ἢ ἐγκρυφίαι, θερμοὶ ἐς οἶνον αὐστηρὸν ἐμβαπτόμενοι, καὶ τῶν ἰχθύων τὰ νωτιαῖα καὶ οὐραῖα, τὰ δὲ κεφάλαια καὶ ὑπογάστρια ἐᾷν ὡς ὑγρότερα· καὶ τοὺς μὲν ἑφθοὺς ἐν ἅλμῃ ἐσθίειν, τοὺς δὲ ὀπτοὺς ἐν ὄξει· καὶ τοῖσι κρέασι τεταριχευμένοισιν ἐν ἁλσὶ καὶ ὄξει· καὶ τοῖσι κυνείοισιν ὀπτοῖσι· καὶ φάσσης καὶ τῶν λοιπῶν τοιούτων ὀρνίθων, ὀπτοῖσι καὶ ἑφθοῖσι· λαχάνοισι δὲ ὡς ἥκιστα· οἴνῳ δὲ μέλανι ἀκρητεστέρῳ αὐστηρῶ· καὶ τοῖσι περιπάτοισιν ἀπό τε τοῦ δείπνου πολλοῖσι καὶ τοῖσιν ὀρθρίοισι, καὶ ἐκ τοῦ περιπάτου κοιμᾶσθαι· δρόμοισι δὲ καμπτοῖσιν ἐκ προσαγωγῆς· ἔστω δὲ καὶ τρίψις πολλή· καὶ πάλη βραχείη καὶ ἐν τῷ ἐλαίῳ καὶ ἐν τῇ κόνει, ὅκως διαθερμαινομένη ἡ σὰρξ ἀποξηραίνηταί τε καὶ τὸ ὑγρὸν ἐκ τῆς

626
κοιλίης ἀντισπᾷ· ἀλείφεσθαι δὲ ξυμφέρει μᾶλλον ἢ λούεσθαι· ἀνάριστος δὲ διαγέτω· ὅταν δὲ γένωνται ἡμέραι ἑπτὰ, προσθέσθω τὸ ἥμισυ τοῦ σίτου τοῦ ἀφαιρεθέντος, καὶ ἔμετον ποιησάσθω, καὶ προσαγέτω ἐς τέσσαρας ἡμέρας τὸν σῖτον· τῇ δὲ ἄλλῃ ἑβδόμῃ κομισάσθω ἅπαν τὸ σιτίον· καὶ ἔμετον πάλιν ποιησάμενος προσαγέτω κατὰ τωὐτό.

80. Ἄλλοισι δέ τισι γίνεται τοιάδε· τὸ διαχώρημα ἄσηπτον διαχωρέει, καὶ τὸ σῶμα τρύχεται τῶν σίτων οὐκ ἐπαυρισκόμενον· οὗτοι δὲ προϊόντος τοῦ χρόνου ἐμπίπτουσιν ἐς τὰς νούσους· τούτοισιν αἱ κοιλίαι ψυχραὶ καὶ ξηραί· ὁκόταν γοῦν μήτε σίτοισι προσήκουσι χρέωνται μήτε γυμνασίοισι, πάσχουσι ταῦτα. Ξυμφέρει δὲ τῷ τοιούτῳ ἄρτοισί τε καθαροῖσιν ἰπνίτῃσι χρέεσθαι, καὶ τοῖσιν ἰχθύσιν ἑφθοῖσιν ἐν ὑποτρίμμασι, καὶ κρέασιν ἑφθοῖσιν ὑείοισι, καὶ τοῖσιν ἀκροκωλίοισι διέφθοισι, καὶ τοῖσι πίοσιν ὀπτοῖσι, καὶ τῶν δριμέων καὶ τῶν ἁλυκῶν τοῖσιν ὑγραίνουσι, καὶ τοῖσιν ἁλμυροῖσιν· οἴνοισι δὲ μέλασι μαλακοῖσι· καὶ τῶν βοτρύων καὶ τῶν σύκων ἐμφορεῖσθαι ἔν γε τοῖσι σιτίοισι· χρὴ δὲ καὶ ἐναριστῇν μικρόν· τοῖσι δὲ γυμνασίοισι πλείοσι χρέεσθαι, δρόμοισι καμπτοῖσιν ἐκ προσαγωγῆς, ὑστάτοισι δὲ τροχοῖσι, καὶ μετὰ τὸν δρόμον πάλῃ σὺν ἐλαίῳ· περιπάτοισι δὲ μὴ πολλοῖσιν ἀπὸ τῶν γυμνασίων· ἀπὸ δείπνου δὲ ὅσον ἐξαναστῆναι· ὄρθρου δὲ πλείοσι περιπάτοισι χρῆσθαι· λουέσθω δὲ θερμῷ· χρεέσθω δὲ καὶ χρίσμασιν· ὕπνον δὲ

628
πλείονα διδότω καὶ μαλακευνεέτω· χρὴ δὲ καὶ ἀφροδισιάσαι τι· τῶν δὲ σίτων ἀφελεῖν τὸ τέταρτον μέρος ἐν ἡμέρῃσι δέκα, καὶ προσάγειν αὐτὸν πρὸς τὰ σιτία.