68. Πρῶτον μὲν οὖν τοῖσι πολλοῖσι τῷν ἀνθρώπων ξυγγράψω ἐξ ὧν μάλιστα ἂν ὠφελοῖντο οἵτινες σιτίοισί τε καὶ πόμασι προστυχοῦσι χρέονται, πόνοισί τε τοῖσιν ἀναγκαίοισιν, ὁδοιπορίῃσί τε τῇσι πρὸς ἀνάγκας, θαλασσουργίῃσί τε τῇσι πρὸς τὴν συλλογὴν εὑρεθείσῃσι τοῦ βίου, θαλπόμενοί τε παρὰ τὸ σύμφορον, ψυχόμενοί τε παρὰ τὸ ὠφέλιμον, τῇ τε ἄλλῃ διαίτῃ ἀκαταστάτῳ χρεόμενοι. Τούτοισι δὴ ξυμφέρει ἐκ τῶν ὑπαρχόντων ὧδε διαιτῆσθαι· τὸν μὲν ἐνιαυτὸν ἐς τέσσαρα μέρεα διαιρέουσιν, ἅπερ μάλιστα γινώσκουσιν οἱ πολλοὶ, χειμῶνα, ἦρ, θέρος, φθινόπωρον· καὶ χειμῶνα μὲν ἀπὸ πλειάδων δύσιος ἄχρι ἰσημερίης ἠαρινῆς, ἦρ δὲ ἀπὸ ἰσημερίης μέχρι πλειάδων ἐπιτολῆς, θέρος δὲ ἀπὸ πλειάδων μέχρι ἀρκτούρου ἐπιτολῆς, φθινόπωρον δὲ ἀπὸ ἀρκτούρου μέχρι πλειάδων δύσιος. Ἐν μὲν οὖν τῷ χειμῶνι ξυμφέρει πρὸς τὴν ὥρην, ψυχρήν τε καὶ ξυνεστηκυίην, ὑπεναντιούμενον τοῖσι διαιτήμασιν ὧδε χρέεσθαι. Πρῶτον μὲν μονοσιτίῃσι χρὴ διάγειν, ἢν μὴ πάνυ ξηρήν τις τὴν κοιλίην ἔχῃ· εἰ δὲ μὴ, μικρὸν ἀριστῇν· τοῖσι δὲ διαιτήμασι χρέεσθαι τοῖσι ξηροῖσι καὶ αὐστηροῖσι καὶ θερμαντικοῖσι καὶ συγκομιστοῖσι καὶ ἀκρήτοισιν, ἀρτοσιτέειν δὲ μᾶλλον, καὶ τοῖσιν ὀπτοῖσι τῶν ὄψων μᾶλλον ἢ τοῖσιν ἑφθοῖσι χρέεσθαι, καὶ τοῖσι πόμασι μέλασιν ἀκρητεστέροισι καὶ ἐλάσσοσι, λαχάνοισι δὲ ὡς ἥκιστα, πλὴν τοῖσι θερμαντικοῖσι καὶ ξηροῖσι, καὶ χυλοῖσι καὶ ῥοφήμασιν ὡς ἥκιστα· τοῖσι δὲ πόνοισι πουλλοῖσιν ἅπασι, τοῖσί τε δρόμοισι καμπτοῖσιν ἐξ ὀλίγου προσάγοντα,
596
καὶ τῇ πάλῃ ἐν ἐλαίῳ, μακρῇ, ἀπὸ κούφων προσαναγκάζοντα· τοῖσί τε περιπάτοισιν ἀπὸ τῶν γυμανασίων ὀξέσιν, ἀπὸ δὲ τοῦ δείπνου βραδέσιν ἐν ἀλέῃ, ὀρθρίοισί τε πολλοῖσιν ἐξ ὀλίγου ἀρχόμενον, προσάγοντα ἐς τὸ σφοδρὸν, ἀποπαύοντά τε ἡσυχῇ· καὶ σκληροκοιτίῃσι καὶ νυκτοβατίῃσι καὶ νυκτοδρομίῃσι χρέεσθαι ξυμφέρει· πάντα γὰρ ταῦτα ἰσχναίνει καὶ θερμαίνει· χρίεσθαί τε πλείω. Ὁκόταν δὲ ἐθέλῃ λούσασθαι, ἢν μὲν ἐκπονήσῃ ἐν παλαίστρῃ, ψυχρῷ λουέσθω· ἢν δὲ ἄλλῳ τινὶ πόνῳ χρήσηται, τὸ θερμὸν ξυμφορώτερον. Χρῆσθαι δὲ καὶ λαγνείῃ πλέον ἐς ταύτην τὴν ὥρην, καὶ τοὺς πρεσβυτέρους μᾶλλον ἢ τοὺς νεωτέρους. Χρέεσθαι δὲ καὶ τοῖσιν ἐμέτοισι, τοὺς μὲν ὑγροτέρους τρὶς τοῦ μηνὸς, τοὺς δὲ ξηροτέρους δὶς ἀπὸ σιτίων παντοδαπῶν, ἐκ δὲ τῶν ἐμέτων προσάγειν ἡσυχῇ πρὸς τὸ εἰθισμένον σιτίον ἐς ἡμέρας τρεῖς, καὶ τοῖσι πόνοισι χρῆσθαι κουφοτέροισι καὶ ἐλάσσοσι τοῦτον τὸν χρόνον· ἀπὸ δὲ βοείων καὶ χοιρείων κρεῶν ἢ τῶν ἄλλων ὅ τι ἂν ὑπερβάλλῃ πλησμονῇ, ἐμέειν, καὶ ἀπὸ τυρωδέων καὶ γλυκέων καὶ λιπαρῶν ἀνεθίστων πλησμονῆς ἐμέειν ξυμφέρει· καὶ ἀπὸ μέθης καὶ σίτων μεταβολῆς καὶ χωρίων μεταλλαγῆς ἐμέειν βέλτιον. Διδόναι δὲ καὶ τῷ ψύχει ἑωυτὸν θαρσέων, πλὴν ἀπὸ τῶν σιτίων καὶ γυμνασίων, ἀλλ’ ἔν τε τοῖσιν ὀρθρίοισι περιπάτοισιν, ὁκόταν ἄρξηται τὸ σῶμα διαθερμαίνεσθαι, καὶ ἐν τοῖσι
598
δρόμοισι καὶ ἐν τῷ ἄλλῳ χρόνῳ, ὑπερβολὴν φυλασσόμενος· οὐκ ἀγαθὸν γὰρ τῷ σώματι μὴ χειμάζεσθαι ἐν τῇ ὥρῃ· οὐδὲ γὰρ τὰ δένδρεα μὴ χειμασθέντα ἐν τῇ ὥρη δύναται καρπὸν φέρειν, οὐδ’ αὐτὰ ἐῤῥῶσθαι. Χρέεσθαι δὲ καὶ τοῖσι πόνοισι πουλλοῖσι ταύτην τὴν ὥρην ἅπασιν· ὑπερβολὴν γὰρ οὐκ ἔχει, ἢν μὴ οἱ κόποι ἐγγίνωνται· τοῦτο τὸ τεκμήριον διδάσκω τοὺς ἰδιώτας. Διότι δὲ οὕτως ἔχει φράσω· τῆς ὥρης ἐούσης ψυχρῆς καὶ συνεστηκυίης, παραπλήσια πέπονθε καὶ τὰ ζῶα· βραδέως οὖν ἀνάγκη διαθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ πόνου, καὶ τοῦ ὑγροῦ μικρόν τι μέρος ἀποκρίνεσθαι τοῦ ὑπάρχοντος· εἶτα τοῦ χρόνου ὅντινα μὲν πονέειν ἀποδέδοται, ὀλίγος· ὅντινα δὲ ἀναπαύεσθαι, πουλύς· ἡ μὲν γὰρ ἡμέρη βραχείη, ἡ δὲ νὺξ μακρή· διὰ ταῦτα οὖν οὐκ ἔχει ὑπερβολὴν ὁ χρόνος καὶ ὁ πόνος. Χρὴ οὖν τὴν ὥρην ταύτην οὕτω διαιτῆσθαι, ἀπὸ πλειάδων δύσιος μέχρις ἡλίου τροπῶν ἡμέρας τεσσαράκοντα τέσσαρας· περὶ δὲ τὴν τροπὴν ἐν φυλακῇ ὅτι μάλιστα εἶναι, καὶ ἀπὸ τροπῆς ἡλίου ἄλλας τοσαύτας ἡμέρας τῇ αὐτῇ διαίτῃ χρέεσθαι. Μετὰ δὲ ταῦτα ὥρη ἤδη ζέφυρον πνέειν, καὶ μαλακωτέρη ἡ ὥρη· χρὴ δὴ καὶ τῇ διαίτῃ μετὰ τῆς ὥρης ἐφέπεσθαι ἡμέρας πεντεκαίδεκα. Εἶτα δὲ ἀρκτούρου ἐπιτολὴ, καὶ χελιδόνα ὥρη ἤδη φαίνεσθαι, τὸν ἐχόμενον δὲ χρόνον ποικιλώτερον ἤδη διάγειν μέχρις ἰσημερίης ἡμέρας τριήκοντα δύο. Χρὴ οὖν καὶ
600
τοῖσι διαιτήμασιν ἕπεσθαι τῇ ὥρῃ διαποικίλλοντα φαυλοτέροισι καὶ κουφοτέροισι, τοῖσί τε σιτίοισι καὶ τοῖσι ποτοῖσι καὶ πόνοισι, προσάγοντα ἡσυχῇ πρὸς τὸ ἦρ. Ὁκόταν δὲ ἰσημερίη γένηται, ἤδη μαλακώτεραι αἱ ἡμέραι καὶ μακρότεραι, αἱ νύκτες δὲ βραχύτεραι καὶ ἡ ὥρη ἡ ἐπιοῦσα θερμή τε καὶ ξηρὴ, ἡ δὲ παρεοῦσα τρόφιμός τε καὶ εὔκρητος. Δεῖ οὖν, ὥσπερ καὶ τὰ δένδρεα παρασκευάζεται ἐν ταύτῃ τῇ ὥρῃ αὐτὰ αὐτοῖσιν ὠφελείην ἐς τὸ θέρος, οὐκ ἔχοντα γνώμην, αὔξησίν τε καὶ σκιὴν, οὕτω καὶ τὸν ἄνθρωπον· ἐπεὶ γὰρ γνώμην ἔχει, τῆς σαρκὸς τὴν αὔξησιν δεῖ ὑγιηρὴν παρασκευάζειν. Χρὴ οὖν, ὡς μὴ ἐξαπίνης τὴν δίαιταν μεταβάλλειν, διελεῖν τὸν χρόνον ἐς μέρεα ἓξ κατὰ ὀκτὼ ἡμέρας. Ἐν γοῦν τῇ πρώτῃ μοίρῃ χρὴ τῶν τε πόνων ἀφαιρέειν καὶ τοῖσι λοιποῖσιν ἠπιωτέροισι χρέεσθαι, τοῖσί τε σιτίοισι μαλακωτέροισι καὶ καθαρωτέροισι, τοῖσί τε πόμασιν ὑδαρεστέροισι καὶ λευκοτέροισι, καὶ τῇ πάλῃ σὺν τῷ ἐλαίῳ ἐν τῷ ἡλίῳ χρέεσθαι· ἐν ἑκάστῃ δὲ τῇ ὥρῃ ἕκαστα τῶν διαιτημάτων μεθιστάναι κατὰ μικρόν· καὶ τῶν περιπάτων ἀφαιρέειν, τῶν ἀπὸ μὲν τοῦ δείπνου τοὺς πλέους, τῶν δὲ ὀρθρίων τοὺς ἐλάσσους· καὶ τῆς μάζης ἀντὶ τῶν ἄρτων προστίθεσθαι, καὶ τῶν λαχάνων τῶν ἑψανῶν προσάγειν, καὶ τὰ ὄψα ἀνισάζειν τὰ ἑφθὰ τοῖσιν ὀπτοῖσι, λουτροῖσί τε χρέεσθαι, καί τι καὶ ἐναριστῇν μικρὸν, ἀφροδισίοισι δὲ ἐλάσσοσι· καὶ τοῖσιν ἐμέτοισι, τὸ μὲν πρῶτον ἐκ τῶν δύο ποιέεσθαι, εἶτα διὰ πλείονος χρόνου, ὅκως ἂν καταστήσῃ τὸ σῶμα σεσαρκωμένον καθαρῇ σαρκὶ, καὶ τὴν δίαιταν μαλακὴν ἐν τουτέῳ τῷ χρόνῳ μέχρι πλειάδων ἐπιτολῆς.
602
Ἐν τούτῳ θέρος, καὶ τὴν δίαιταν ἤδη χρὴ πρὸς τοῦτο ποιέεσθαι· χρὴ οὖν, ἐπειδὰν πλειὰς ἐπιτείλῃ, τοῖσί τε σιτίοισι μαλακωτέροισι καὶ καθαρωτέροισι καὶ ἐλάσσοσι χρέεσθαι, εἶτα τῇ μάξῃ πλεῖον ἢ τῷ ἄρτῳ, ταύτῃ δὲ προφυρητῇ ἀτριπτοτέρῃ, τοῖσι δὲ πόμασι μαλακοῖσι, λευκοῖσιν, ὑδαρέσιν, ἀρίστῳ δὲ ὀλίγῳ, καὶ ὕπνοισιν ἀπὸ τοῦ ἀρίστου βραχέσι, καὶ πλησμονῇσιν ὡς ἥκιστα τῶν σιτίων, καὶ τῷ ποτῷ ἱκανῷ ἐπὶ τῷ σίτῳ χρέεσθαι· δι’ ἡμέρης δὲ ὡς ἥκιστα πίνειν, ἢν μὴ ἀναγκαίῃ τινὶ ξηρασίῃ τὸ σῶμα χρήσηται· χρέεσθαι δὲ τοῖσι λαχάνοισι τοῖσιν ἑφθοῖσι, πλὴν τῶν καυσωδέων καὶ ξηρῶν· χρέεσθαι δὲ καὶ τοῖσιν ὠμοῖσι, πλὴν τῶν θερμαντικῶν καὶ ξηρῶν· ἐμέτοισι δὲ, ἢν μή τις πλησμονὴ ἐγγένηται, μὴ χρέεσθαι· τοῖσι δὲ ἀφροδισίοισιν ὡς ἥκιστα· λουτροῖσι δὲ χλιεροῖσι χρέεσθαι. Ἡ δὲ ὀπώρη ἰσχυρότερον τῆς ἀνθρωπίνης φύσιος· βέλτιον οὖν ὀπωρῶν ἀπέχεσθαι· εἰ δὲ χρῷτό τις, μετὰ τῶν σιτίων χρεόμενος ἥκιστ’ ἂν ἐξαμαρτάνοι. Τοῖσί τε πόνοισι τοῖσι τροχοῖσί χρὴ γυμνάζεσθαι καὶ διαύλοισιν ὀλίγοισι μὴ πουλὺν χρόνον, καὶ τοῖσι περιπάτοισιν ἐν σκιῇ, τῇ τε πάλῃ ἐν κόνει, ὅκως ἥκιστα ἐκθερμαίνηται· ἡ γὰρ ἀλίνδησις βέλτιον ἢ οἱ τροχοί· ξηραίνουσι γὰρ τὸ σῶμα κενοῦντες τοῦ ὑγροῦ· ἀπὸ δείπνου τε μὴ περιπατέειν ἀλλ’ ἢ ὅσον ἐξαναστῆναι· πρωῒ δὲ χρέεσθαι τοῖσι περιπάτοισιν· ἡλίους δὲ φυλάσσεσθαι καὶ τὰ ψύχεα τά τε ἐν τῷ πρωὶ καὶ τὰ ἐν τῇ ἑσπέρῃ,
604
ὁκόσα ποταμοὶ ἢ λίμναι ἢ χιόνες ἀποπνέουσιν. Ταύτῃ δὲ τῇ διαίτῃ προσανεχέτω μέχρις ἡλίου τροπέων, ὅκως ἐν τουτέῳ τῷ χρόνῳ ἀφαιρήσει πάντα ὁκόσα ξηρὰ καὶ θερμὰ καὶ μέλανα καὶ ἄκρητα, καὶ τοὺς ἄρτους, πλὴν εἴ τι σμικρὸν ἡδονῆς εἵνεκα. Τὸν ἐχόμενον δὲ χρόνον διαιτήσεται τοῖσι μαλακοῖσι καὶ ὑγροῖσι καὶ ψυκτικοῖσι, λευκοῖσι καὶ καθαροῖσι, μέχρις ἀρκτούρου ἐπιτολῆς καὶ ἰσημερίης ἡμέρας ἐνενήκοντα τρεῖς. Ἀπὸ δὲ ἰσημερίης ὧδε χρὴ διαιτῆσθαι, προσάγοντα πρὸς τὸν χειμῶνα ἐν τῷ φθινοπώρῳ, φυλασσόμενον τὰς μεταβολὰς τῶν ψυχέων καὶ τῆς ἀλέης ἐσθῆτι παχείῃ· χρέεσθαι δὲ ἐν τουτέῳ τῷ χρόνῳ ἐν ἱματίῳ προκινήσαντα τῇ τε τρίψει καὶ τῇ πάλῃ τῇ ἐν ἐλαίῳ, ἡσυχῇ προσάγοντα· καὶ τοὺς περιπάτους ποιέεσθαι ἐν ἀλέῃ· θερμολουσίῃ τε χρέεσθαι, καὶ τοὺς ἡμερινοὺς ὕπνους ἀφαιρέειν, καὶ τοῖσι σιτίοισι θερμοτέροισι καὶ ἧσσον ὑγροῖσι καὶ καθαροῖσι, καὶ τοῖσι πόμασι μελαντέροισι, μαλακοῖσι δὲ καὶ μὴ ὑδαρέσι, τοῖσί τε λαχάνοισι ξηροῖσιν ἧσσόν τε, τῇ τε ἄλλῃ διαίτῃ προσάγειν πάσῃ τῶν θερινῶν ἀφαιρεῦντα, τοῖσι χειμερίοισι χρέεσθαι μὴ ἐς ἄκρον, ὅκως καταστήσει ὡς ἔγγιστα τῆς χειμερινῆς διαίτης, ἐν ἡμέραις δυοῖν δεούσαιν πεντήκοντα μέχρι πλειάδων δύσιος ἀπὸ ἰσημερίης.