De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
64. Τὰ δὲ παρασείσματα ξηροῖσι μὲν καὶ ἐξαπίνης, ἀξύμφορα· σπάσματα γὰρ ἐμποιέει διὰ τόδε· διατεθερμασμένον τὸ σῶμα, τὸ μὲν δέρμα ἰσχυρῶς λεπτύνει, τὴν δὲ σάρκα ἧσσον ξυνίστησι τῶν τροχῶν, κενοῖ δὲ τὴν σάρκα τοῦ ὑγροῦ. Τὰ δὲ ἀνακινήματα καὶ ἀνακουφίσματα τὴν μὲν σάρκα ἥκιστα διαθερμαίνει, παροξύνει δὲ τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ τοῦ πνεύματος κενοῖ. Πάλη δὲ καὶ τρίψις τοῖσι μὲν ἔξω τοῦ σώματος παρέχει μᾶλλον τὸν πόνον, θερμαίνει δὲ τὴν σάρκα καὶ στερεοῖ καὶ αὔξεσθαι ποιέει διὰ τάδε· τὰ μὲν στερεὰ φύσει τριβόμενα συνίστησι, τὰ δὲ κοῖλα αὔξεται, ὁκόσαι φλέβες εἰσί· θερμαινόμεναι γὰρ αἱ σάρκες καὶ ξηραινόμεναι ἕλκουσιν ἐφ’ ἑωυτὰς τὴν τροφὴν διὰ τῶν φλεβῶν, εἶτα αὔξονται. Ἀλίνδησις παραπλήσια τῇ πάλῃ διαπρήσσεται, ξηραίνει δὲ μᾶλλον διὰ τὴν κόνιν καὶ σαρκοῖ ἧσσον. Ἀκροχειρίη ἰσχναίνει καὶ τὰς σάρκας ἕλκει ἄνω, καὶ κωρυκομαχίη καὶ χειρονομίη τὰ παραπλήσια διαπρήσσεται. Πνεύματος δὲ κατάσχεσις τοὺς πόρους διαναγκάσαι καὶ τὸ δέρμα λεπτῦναι καὶ τὸ ὑγρον ἐκ τοῦ δέρματος ἐξῶσαι δύναται.