De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

59. Ἔμετοι ἰσχναίνουσι διὰ τὴν κένωσιν τῆς τροφῆς, οὐ μέντοι ξηραίνουσιν, ἢν μή τις τῇ ὑστεραίῃ θεραπεύῃ ὀρθῶς, ἀλλ’ ὑγραίνουσι μᾶλλον διὰ τὴν πλήρωσιν καὶ διὰ τὴν σύντηξιν τῆς σαρκὸς τὴν ὑπὸ τοῦ πόνου· ἢν δέ τις ἐάσῃ ταῦτα καταναλωθῆναι τῇ ὑστεραίη ἐς τὴν τροφὴν τῷ θερμῷ, καὶ τῇ διαίτῃ ἡσύχως προσάγῃ, ξηραίνουσιν. Κοιλίην δὲ συνεστηκυῖαν λύει ἔμετος, καὶ διαχωροῦσαν μᾶλλον τοῦ καιροῦ ἵστησι, τὴν μὲν διυγραίνων, τὴν δὲ ξηραίνων· ὁκόταν μὲν οὖν στῆσαι βούλῃ, τὴν ταχίστην φαγόντα χρὴ ἐξεμέειν, πρὶν ἂν διυγρανθῆναι τὸν σῖτον καὶ κατασπασθῆναι κάτω, καὶ τοῖσι στρυφνοῖσι καὶ τοῖσιν αὐστηροῖσι σιτίοισι μᾶλλον χρέεσθαι· ὁκόταν δὲ λῦσαι τὴν κοιλίην βούλῃ, ἐνδιατρίβειν ἐν τοῖσι σιτίοισιν ὡς πλεῖστον χρόνον ξυμφέρει, καὶ τοῖσι δριμέσι καὶ ἁλμυροῖσι καὶ λιπαροῖσι καὶ γλυκέσι σιτίοισι καὶ πόμασι χρέεσθαι.