De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

54. Περὶ δὲ λαχάνων ὧδε ἔχει. Σκόροδον θερμὸν καὶ διαχωρέει καὶ οὐρέεται, ἀγαθὸν τοῖσι σώμασι, τοῖσι δ’ ὀφθαλμοῖσι φλαῦρον· κάθαρσιν γὰρ τοῦ σώματος πουλλὴν ποιεύμενον, τὴν ὄψιν ἀπαμβλύνει· διαχωρέει δὲ καὶ οὐρέεται, διὰ τὸ καθαρτικόν· ἑφθὸν ἀσθενέστερον ἢ ὠμόν· φῦσαν δὲ ἐμποιέει διὰ τοῦ πνεύματος τὴν ἐπίστασιν. Κρόμυον τῇ μὲν ὄψει ἀγαθὸν, τῷ δὲ σώματι κακὸν, διότι θερμὸν καὶ καυσῶδές ἐστι καὶ οὐ διαχωρέει· τροφὴν μὲν γὰρ οὐ δίδωσι

558
τῷ σώματι οὐδὲ ὠφελείην· θερμαῖνον δὲ ξηραίνει διὰ τὸν ὀπόν. Πράσον θερμαίνει μὲν ἧσσον, οὐρέεται δὲ καὶ διαχωρέει· ἔχει δέ τι καθαρτικόν· ὑγραίνει δὲ καὶ ὀξυρεγμίην παύει· καλὸν δὲ ὕστατον τῶν ἄλλων βρωμάτων ἐσθίειν αὐτό. Ῥαφανὶς ὑγραίνει διαχέουσα τὸ φλέγμα τῇ δριμύτητι, τὰ δὲ φύλλα ἧσσον, πλὴν πρὸς τοὺς ἀρθριτικούς· μοχθηρὸν ἡ ῥίζη, ἐπιπολάζον δὲ καὶ δύσπεπτον. Κάρδαμον θερμὸν καὶ τὴν σάρκα τῆκον, ἵστησι δὲ φλέγμα λευκὸν, ὥστε στραγγουρίην ἐμποιέειν. Νᾶπυ θερμὸν, διαχωρητικὸν δὲ, πλὴν δυσουρέεται καὶ τοῦτο· ἀλλὰ καὶ εὔζωμον παραπλήσια διαπρήσσεται. Κορίανον θερμὸν καὶ στατικὸν, καὶ τὴν· ὀξυρεγμίην παύει, ὕστατον δ’ ἐπεσθιόμενον καὶ ὑπνοποιέει. Θρίδαξ ψυχρότερον πρὶν τὸν ὀπὸν ἔχειν· ἀσθενείην δὲ τινα ἐμποιέει τῷ σώματι. Ἄνηθον θερμὸν καὶ στατικὸν, καὶ πταρμὸν παύει ὀσφραινόμενον. Σέλινον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ αἱ ῥίζαι μᾶλλον ἢ αὐτὸ διαχωρέουσιν. Ὤκιμον ξηρὸν καὶ θερμὸν καὶ στάσιμον. Πήγανον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ συστρεπτικόν τι ἔχει, καὶ πρὸς τὰ φάρμακα τὰ βλαβερὰ ὠφελέει προπινόμενον. Ἀσπάραγος ξηρὸν καὶ στάσιμον. Ἐλελίσφακον ξηρὸν καὶ στατικόν. Στρύχνος ψύχει καὶ ἐξονειρώσσειν οὐκ ἐᾷ. Ἀνδράχνη ψύχει ἡ ποταινίη, τεταριχευμένη δὲ θερμαίνει. Κνίδη καθαίρει. Καλαμίνθη θερμαίνει καὶ καθαίρει. Μίνθη
560
θερμαίνει καὶ οὐρέεται καὶ ἐμέτους ἵστησι, καὶ ἢν πολλάκις ἐσθίῃ τις, τὴν γονὴν τήκει ὥστε ῥέειν, καὶ ἐντείνειν κωλύει, καὶ τὸ σῶμα ἀσθενὲς ποιέει. Λάπαθον θερμαῖνον διαχωρέει. Ἀνδράφαξις ὑγρὸν, οὐ μέντοι διαχωρέει. Βλίτον οὐ θερμὸν, διαχωρητικόν. Κράμβη θερμαίνει καὶ διαχωρέει καὶ τὰ χολώδεα ἄγει. Τεύτλου ὁ μὲν χυλὸς διαχωρέει, τὸ δὲ λάχανον ἐσθιόμενον ἵστησιν, αἱ δὲ ῥίζαι τῶν τεύτλων διαχωρητικώτεραι. Κολοκύντη ψύχει καὶ ὑγραίνει καὶ διαχωρέει, οὐκ οὐρέεται δέ. Γογγυλὶς καυσῶδες, ὑγραίνει δὲ καὶ ταράσσει τὸ σῶμα, οὐ μέντοι διαχωρέει, δυσουρέεται δέ. Γλήχων θερμαίνει καὶ διαχωρέει. Ὀρίγανον θερμαίνει, ὑπάγει δὲ καὶ τὰ χολώδεα. Θύμβρη παραπλήσια τῷ ὀριγάνῳ διαπρήσσεται. Θύμον θερμὸν, διαχωρέει καὶ οὐρέεται, ἄγει δὲ καὶ φλεγματώδεα. Ὕσσωπος θερμαίνει καὶ φλεγματώδεα ἄγει. Τῶν δὲ ἀγρίων λαχάνων ὁκόσα ἐν τῷ στόματι θερμαντικὰ καὶ εὐώδεα, ταῦτα θερμαίνει καὶ οὐρέεται μᾶλλον ἢ διαχωρέει· ὁκόσα δὲ ὑγρὴν φύσιν ἔχει καὶ ψυχρὴν καὶ μωρὴν ἢ ὀσμὰς βαρείας, ὑποχωρέεται μᾶλλον ἢ οὐρέεται· ὁκόσα δέ ἐστι στρυφνὰ ἢ αὐστηρὰ, στάσιμα· ὁκόσα δὲ δριμέα καὶ εὐώδεα, οὐρέεται; ὁκόσα δὲ δριμέα καὶ ξηρὰ ἐν τῷ στόματι, ταῦτα πάντα ξηραίνει· ὁκόσα δὲ ὀξέα, ψυκτικά. Οἱ δὲ χυμοὶ διουρητικοὶ,
562
κρήθμου, σελίνου, σκορόδου ἀποβρέγματα, κυτίσου, μαράθρου, πράσου, ἀδιάντου, στρύχνου· ψύχει σκολοπένδριον, μίνθη, σέσελι, σέρις, καυκαλίδες, ὑπερικὸν, κνίδαι· διαχωρητικοὶ δὲ καὶ καθαρτικοὶ, ἐρεβίνθων, φακῆς, κριθῆς, τεύτλων, κράμβης, λινοζώστιος, ἀκτῆς, κνήκου· ταῦτα πάντα ὑποχωρέεται μᾶλλον ἢ διουρέεται.