53. Μέλι θερμὸν καὶ ξηρὸν ἄκρητον, ξὺν ὕδατι δὲ ὑγραίνει καὶ διαχωρέει τοῖσι χολώδεσι, τοῖσι δὲ φλεγματώδεσιν ἵστησιν. Ὁ δὲ γλυκὺς οἶνος διαχωρέει μᾶλλον τοῖσι φλεγματώδεσιν.
54. Περὶ δὲ λαχάνων ὧδε ἔχει. Σκόροδον θερμὸν καὶ διαχωρέει καὶ οὐρέεται, ἀγαθὸν τοῖσι σώμασι, τοῖσι δ’ ὀφθαλμοῖσι φλαῦρον· κάθαρσιν γὰρ τοῦ σώματος πουλλὴν ποιεύμενον, τὴν ὄψιν ἀπαμβλύνει· διαχωρέει δὲ καὶ οὐρέεται, διὰ τὸ καθαρτικόν· ἑφθὸν ἀσθενέστερον ἢ ὠμόν· φῦσαν δὲ ἐμποιέει διὰ τοῦ πνεύματος τὴν ἐπίστασιν. Κρόμυον τῇ μὲν ὄψει ἀγαθὸν, τῷ δὲ σώματι κακὸν, διότι θερμὸν καὶ καυσῶδές ἐστι καὶ οὐ διαχωρέει· τροφὴν μὲν γὰρ οὐ δίδωσι
558
τῷ σώματι οὐδὲ ὠφελείην· θερμαῖνον δὲ ξηραίνει διὰ τὸν ὀπόν. Πράσον θερμαίνει μὲν ἧσσον, οὐρέεται δὲ καὶ διαχωρέει· ἔχει δέ τι καθαρτικόν· ὑγραίνει δὲ καὶ ὀξυρεγμίην παύει· καλὸν δὲ ὕστατον τῶν ἄλλων βρωμάτων ἐσθίειν αὐτό. Ῥαφανὶς ὑγραίνει διαχέουσα τὸ φλέγμα τῇ δριμύτητι, τὰ δὲ φύλλα ἧσσον, πλὴν πρὸς τοὺς ἀρθριτικούς· μοχθηρὸν ἡ ῥίζη, ἐπιπολάζον δὲ καὶ δύσπεπτον. Κάρδαμον θερμὸν καὶ τὴν σάρκα τῆκον, ἵστησι δὲ φλέγμα λευκὸν, ὥστε στραγγουρίην ἐμποιέειν. Νᾶπυ θερμὸν, διαχωρητικὸν δὲ, πλὴν δυσουρέεται καὶ τοῦτο· ἀλλὰ καὶ εὔζωμον παραπλήσια διαπρήσσεται. Κορίανον θερμὸν καὶ στατικὸν, καὶ τὴν· ὀξυρεγμίην παύει, ὕστατον δ’ ἐπεσθιόμενον καὶ ὑπνοποιέει. Θρίδαξ ψυχρότερον πρὶν τὸν ὀπὸν ἔχειν· ἀσθενείην δὲ τινα ἐμποιέει τῷ σώματι. Ἄνηθον θερμὸν καὶ στατικὸν, καὶ πταρμὸν παύει ὀσφραινόμενον. Σέλινον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ αἱ ῥίζαι μᾶλλον ἢ αὐτὸ διαχωρέουσιν. Ὤκιμον ξηρὸν καὶ θερμὸν καὶ στάσιμον. Πήγανον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ συστρεπτικόν τι ἔχει, καὶ πρὸς τὰ φάρμακα τὰ βλαβερὰ ὠφελέει προπινόμενον. Ἀσπάραγος ξηρὸν καὶ στάσιμον. Ἐλελίσφακον ξηρὸν καὶ στατικόν. Στρύχνος ψύχει καὶ ἐξονειρώσσειν οὐκ ἐᾷ. Ἀνδράχνη ψύχει ἡ ποταινίη, τεταριχευμένη δὲ θερμαίνει. Κνίδη καθαίρει. Καλαμίνθη θερμαίνει καὶ καθαίρει. Μίνθη
560
θερμαίνει καὶ οὐρέεται καὶ ἐμέτους ἵστησι, καὶ ἢν πολλάκις ἐσθίῃ τις, τὴν γονὴν τήκει ὥστε ῥέειν, καὶ ἐντείνειν κωλύει, καὶ τὸ σῶμα ἀσθενὲς ποιέει. Λάπαθον θερμαῖνον διαχωρέει. Ἀνδράφαξις ὑγρὸν, οὐ μέντοι διαχωρέει. Βλίτον οὐ θερμὸν, διαχωρητικόν. Κράμβη θερμαίνει καὶ διαχωρέει καὶ τὰ χολώδεα ἄγει. Τεύτλου ὁ μὲν χυλὸς διαχωρέει, τὸ δὲ λάχανον ἐσθιόμενον ἵστησιν, αἱ δὲ ῥίζαι τῶν τεύτλων διαχωρητικώτεραι. Κολοκύντη ψύχει καὶ ὑγραίνει καὶ διαχωρέει, οὐκ οὐρέεται δέ. Γογγυλὶς καυσῶδες, ὑγραίνει δὲ καὶ ταράσσει τὸ σῶμα, οὐ μέντοι διαχωρέει, δυσουρέεται δέ. Γλήχων θερμαίνει καὶ διαχωρέει. Ὀρίγανον θερμαίνει, ὑπάγει δὲ καὶ τὰ χολώδεα. Θύμβρη παραπλήσια τῷ ὀριγάνῳ διαπρήσσεται. Θύμον θερμὸν, διαχωρέει καὶ οὐρέεται, ἄγει δὲ καὶ φλεγματώδεα. Ὕσσωπος θερμαίνει καὶ φλεγματώδεα ἄγει. Τῶν δὲ ἀγρίων λαχάνων ὁκόσα ἐν τῷ στόματι θερμαντικὰ καὶ εὐώδεα, ταῦτα θερμαίνει καὶ οὐρέεται μᾶλλον ἢ διαχωρέει· ὁκόσα δὲ ὑγρὴν φύσιν ἔχει καὶ ψυχρὴν καὶ μωρὴν ἢ ὀσμὰς βαρείας, ὑποχωρέεται μᾶλλον ἢ οὐρέεται· ὁκόσα δέ ἐστι στρυφνὰ ἢ αὐστηρὰ, στάσιμα· ὁκόσα δὲ δριμέα καὶ εὐώδεα, οὐρέεται; ὁκόσα δὲ δριμέα καὶ ξηρὰ ἐν τῷ στόματι, ταῦτα πάντα ξηραίνει· ὁκόσα δὲ ὀξέα, ψυκτικά. Οἱ δὲ χυμοὶ διουρητικοὶ,
562
κρήθμου, σελίνου, σκορόδου ἀποβρέγματα, κυτίσου, μαράθρου, πράσου, ἀδιάντου, στρύχνου· ψύχει σκολοπένδριον, μίνθη, σέσελι, σέρις, καυκαλίδες, ὑπερικὸν, κνίδαι· διαχωρητικοὶ δὲ καὶ καθαρτικοὶ, ἐρεβίνθων, φακῆς, κριθῆς, τεύτλων, κράμβης, λινοζώστιος, ἀκτῆς, κνήκου· ταῦτα πάντα ὑποχωρέεται μᾶλλον ἢ διουρέεται.
55. Περὶ δὲ ὀπώρης ὧδε ἔχει. Τὰ μὲν ἐγκάρπια διαχωρητικώτερα, τὰ δὲ χλωρὰ τῶν ξηρῶν. Ἡ δὲ δύναμις εἰρήσεται αὐτέων. Μόρα θερμαίνει καὶ ὑγραίνει καὶ διαχωρέει. Ἄπιοι πέπειροι θερμαίνουσι καὶ ὑγραίνουσι καὶ διαχωρέουσιν· αἱ δὲ σκληραὶ στάσιμοι· ἀχράδες χειμέριοι πέπειροι διαχωρέουσι καὶ τῆς κοιλίης καθαρτικαί· αἱ δὲ ὠμαὶ στάσιμοι. Μῆλα γλυκέα δύσπεπτα, τὰ δὲ ὀξέα καὶ πέπονα ἧσσον· κυδώνια στυπτικὰ καὶ οὐ διαχωρέουσιν· οἱ δὲ χυλοὶ τῶν μήλων πρὸς τοὺς ἐμέτους στατικοὶ καὶ οὐρητικοί· καὶ ὀδμαὶ πρὸς τοὺς ἐμέτους· τὰ δὲ ἄγρια μῆλα στατικὰ, ἑφθὰ δὲ ἐσθιόμενα μᾶλλον διαχωρητικά· πρὸς δὲ τὴν ὀρθοπνοίην οἵ τε χυλοὶ αὐτῶν καὶ αὐτὰ πινόμενα ὠφελέει. Οὖα δὲ καὶ μέσπιλα καὶ κράνια καὶ ὅση ἄλλη τοιαύτη ὀπώρη στατικὴ καὶ στρυφνή. Ῥοιῆς γλυκείης ὁ χυλὸς διαχωρέει, καυσῶδες δέ τι ἔχει· αἱ οἰνώδεες τῶν ῥοιῶν φυσώδεες· αἱ δὲ ὀξεῖαι ψυκτικώτεραι· οἱ δὲ πυρῆνες πασέων
564
στάσιμοι. Σίκυοι ὠμοὶ ψυχροὶ καὶ δύσπεπτοι· οἱ δὲ πέπονες οὐρέονται καὶ διαχωρέονται, φυσώδεες δέ. Βότρυες θερμοὶ καὶ ὑγροὶ καὶ διαχωρητικοὶ, μάλιστα οἱ λευκοί· οἱ μὲν οὖν γλυκέες θερμαίνουσιν ἰσχυρῶς, διότι πουλὺ ἤδη τοῦ θερμοῦ ἔχουσιν· οἱ δὲ ὀμφακώδεες ἧσσον θερμαίνουσι, καθαίρουσι δὲ πινόμενοι· σταφίδες δὲ καυσώδεες, διαχωρέει δέ. Σῦκον χλωρὸν ὑγραίνει καὶ διαχωρέει καὶ θερμαίνει, ὑγραίνει μὲν, ὅτι ἔγχυλόν ἐστι, θερμαίνει δὲ διὰ τὸν γλυκὺν ὀπὸν, καὶ διαχωρέει· τὰ πρῶτα τῶν σύκων κάκιστα, ὅτι εἰσὶν ὀπωδέστατα, βέλτιστα δὲ τὰ ὕστατα· τὰ ξηρὰ σῦκα καυσώδεα μὲν, διαχωρητικὰ δέ. Αἱ ἀμυγδάλαι καυσώδεες, τρόφιμοι δέ· καυσώδεες μὲν διὰ τὸ λιπαρὸν, τρόφιμοι δὲ διὰ τὸ σαρκῶδες. Καὶ κάρυα τὰ στρογγύλα παραπλήσια· τὰ δὲ πλατέα πέπονα τρόφιμα, καὶ διαχωρέει καθαρὰ ἐόντα, καὶ φῦσαν ἐμποιέει· οἱ δὲ χιτῶνες αὐτέων στάσιμοι. Ἄκυλοι καὶ βάλανοι καὶ φηγοὶ στατικὰ ὠμὰ καὶ ὀπτά· ἑφθὰ δὲ ἧσσον.
56. Τὰ πίονα τῶν κρεῶν καυσώδεα, διαχωρητικὰ δέ. Κρέα ταριχηρὰ ἐν οἴνῳ μὲν ξηραίνει καὶ τρέφει, ξηραίνει μὲν διὰ τὸν οἶνον, τρέφει δὲ διὰ τὴν σάρκα· ἐν ὄξει δὲ τεταριχευμένα θερμαίνει μὲν ἧσσον διὰ τὸ ὄξος, τρέφει δὲ ἱκανῶς· ἐν ἁλσὶ δὲ κρέα ταριχηρὰ τρόφιμα μὲν ἧσσον, διὰ τὸ ἅλας τοῦ ὑγροῦ ἀπεστερημένα, ἰσχναίνει
566
δὲ καὶ ξηραίνει καὶ διαχωρέει ἱκανῶς. Τὰς δὲ δυνάμιας ἑκάστων ἀφαιρέειν καὶ προστιθέναι ὧδε χρὴ, εἰδότα ὅτι πυρὶ καὶ ὕδατι πάντα ξυνίσταται καὶ ζῶα καὶ φυτὰ καὶ ὑπὸ τουτέων αὔξεται καὶ ἐς ταῦτα διακρίνεται. Τῶν μὲν οὖν ἰσχυρῶν σιτίων ἑψῶντα πολλάκις καὶ διαψύχοντα τὴν δύναμιν ἀφαιρέειν, τῶν δὲ ὑγρῶν πυροῦντα καὶ φώζοντα τὴν ὑγρασίην ἐξαιρέειν, τῶν δὲ ξηρῶν βρέχοντα καὶ νοτίζοντα, τῶν δὲ ἁλμυρῶν βρέχοντα καὶ ἑψῶντα, τῶν δὲ πικρῶν καὶ δριμέων τοῖσι γλυκέσι διακιρνῶντα, τῶν δὲ στρυφνῶν τοῖσι λιπαροῖσι· καὶ ἐπὶ τῶν ἄλλων πάντων ἐκ τῶν προειρημένων χρὴ γινώσκειν. Ὁκόσα πυρούμενα ἢ φωζόμενα στάσιμά ἐστι μᾶλλον τῶν ὠμῶν, διότι τὸ ὑγρὸν ὑπὸ τοῦ πυρὸς ἀφῄρηται καὶ τὸ ὀπῶδες καὶ τὸ λιπαρόν· ὁκόταν γοῦν ἐς τὴν κοιλίην ἐμπέσῃ, ἕλκει τὸ ὑγρὸν ἐκ τῆς κοιλίης, ἐπ’ αὐτὰ συγκλείοντα τὰ στόματα τῶν φλεβίων, ξηραίνοντα καὶ θερμαίνοντα, ὥστε ἵστησι τὰς διεξόδους τοῦ ὑγροῦ. Τὰ δὲ ἐκ τῶν ἀνύδρων καὶ ξηρῶν καὶ πνιγηρῶν χωρίων ἅπαντα ξηρότερα καὶ θερμότερα καὶ ἰσχὺν πλείω παρέχεται ἐς τὸ σῶμα, διότι ἐκ τοῦ ἴσου ὄγκου βαρύτερα καὶ πυκνότερα καὶ πολύνοστά ἐστιν ἢ τὰ ἐκ τῶν ὑγρῶν καὶ ἀρδομένων καὶ ψυχρῶν· ταῦτα δὲ ὑγρότερα καὶ κουφότερα καὶ ψυχρότερα. Οὔκουν δεῖ τὴν δύναμιν μοῦνον αὐτέων γνῶναι τοῦ τε σίτου καὶ τοῦ πόματος καὶ τῶν ζώων, ἀλλὰ καὶ τῆς πατρίδος ὁκόθεν εἰσίν. Ὁκόταν μὲν οὖν βούλωνται τροφὴν ἰσχυροτέρην τῷ σώματι προσενεγκεῖν ἀπὸ τῶν αὐτῶν σίτων, τοῖσιν ἐκ τῶν ἀνύδρων
568
χωρίων χρηστέον καὶ σίτοισι καὶ πόμασι καὶ ζώοισιν· ὁκόταν δὲ κουφοτέρῃ τροφῇ καὶ ὑγροτέρῃ, τοῖσιν ἐκ τῶν ἀρδομένων χρηστέον. Τὰ γλυκέα καὶ τὰ δριμέα καὶ τὰ ἁλυκὰ καὶ τὰ πικρὰ καὶ τὰ αὐστηρὰ καὶ τὰ σαρκώδεα θερμαίνειν πέφυκε, καὶ ὅσα ξηρά ἐστι καὶ ὅσα ὑγρά. Ὁκόσα μὲν οὖν ξηροῦ μέρος πλέον ἔχει ἐν αὐτέοισι, ταῦτα μὲν ξηραίνει καὶ θερμαίνει· ὁκόσα δὲ ὑγροῦ μέρος ἔχει πλέον, ταῦτα πάντα θερμαίνοντα ὑγραίνει καὶ διαχωρέει μᾶλλον ἢ τὰ ξηρά· τροφὴν γὰρ μᾶλλον ἐς τὸ σῶμα διδόντα, ἀντίσπασιν ποιέεται ἐς τὴν κοιλίην, καὶ ὑγραίνοντα διαχωρέει. Ὁκόσα δὲ διαθερμαίνοντα ξηραίνει ἢ σῖτα ἢ ποτὰ, οὔτε πτύσιν οὔτε οὔρησιν οὔτε διαχώρησιν ποιεῦντα ξηραίνει τὸ σῶμα διὰ τάδε· θερμαινόμενον τὸ σῶμα κενοῦται τοῦ ὑγροῦ, τὸ μὲν ὑπ’ αὐτέων τῶν σιτίων, τὸ δὲ ἐς τὴν τροφὴν τῷ τῆς ψυχῆς θερμῷ καταναλίσκεται, τὸ δὲ διὰ τοῦ χρωτὸς ἐξωθέεται θερμαινόμενον καὶ λεπτυνόμενον. Τὰ γλυκέα καὶ τὰ πίονα καὶ τὰ λιπαρὰ πληρωτικά ἐστι, διότι ἐξ ὀλίγου ὄγκου πολύχοά ἐστι· θερμαινόμενα δὲ καὶ διαχεόμενα πληροῖ τὸ θερμὸν ἐν τῷ σώματι καὶ γαληνίζειν ποιέει. Τὰ δὲ ὀξέα καὶ δριμέα καὶ αὐστηρὰ καὶ στρυφνὰ καὶ συγκομιστὰ καὶ ξηρὰ οὐ πληροῖ, διότι τὰ στόματα τῶν φλεβῶν ἀνέωξέ τε καὶ διεκάθηρε· καὶ τὰ μὲν ξηραίνοντα, τὰ δὲ δάκνοντα, τὰ δὲ στύφοντα φρῖξαι καὶ συστῆναι ἐς ὀλίγον ἐποίησεν ὄγκον τὸ ὑγρὸν τὸ ἐν τῇ σαρκί· καὶ τὸ κενὸν πουλὺ ἐγένετο ἐν τῷ σώματι. Ὁκόταν γοῦν βούλῃ ἀπ’ ὀλίγων πληρῶσαι ἢ ἀπὸ πλειόνων κενῶσαι, τοῖσι τοιούτοισι χρέεσθαι. Τὰ πρόσφατα πάντα ἰσχὺν πλείονα παρέχεται τῶν ἄλλων διὰ τόδε, ὅτι ἔγγιον τοῦ ζῶντός ἐστι· τὰ δὲ ἕωλα καὶ σαπρὰ διαχωρέει μᾶλλον τῶν προσφάτων, διότι ἔγγιον τῆς σηπεδόνος ἐστί.
570
Τὰ δὲ ἔνωμα στροφώδεα καὶ ἐρευγμώδεα ἐστι, διότι ἃ δεῖ τῷ πυρὶ κατεργασθῆναι, ταῦτα ἡ κοιλίη διαπρήσσεται ἀσθενεστέρη ἐοῦσα τῶν ἐσιόντων. Τὰ δὲ ἐν τοῖσιν ὑποτρίμμασιν ὄψα σκευαζόμενα καυσώδεα καὶ ὑγρὰ, ὅτι λιπαρὰ καὶ πυρώδεα καὶ θερμὰ καὶ ἀνομοίους τὰς δυνάμιας ἀλλήλοισιν ἔχοντα ἐν τῷ αὐτέῳ ἵζει. Τὰ δὲ ἐν ἅλμῃ ἢ ὄξει βελτίω καὶ οὐ καυσώδεα.