De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
48. Τῶν δὲ ἰχθύων ξηρότατοι μὲν οὗτοι, σκορπίος, δράκων, καλλιώνυμος, κόκκυξ, γλαῦκος, πέρκη, θρίσσα· κοῦφοι δὲ οἱ πετραῖοι σχεδόν τι πάντες, οἷον κίχλη, φυκὶς, ἐλεφιτὶς, κωβιός· οἱ τοιοῦτοι δὲ καὶ οἱ προῤῥηθέντες κουφότεροι τῶν πλανήτων· ἅτε γὰρ ἀτρεμίζοντες οὗτοι ἀραιὴν τὴν σάρκα καὶ κούφην ἔχουσιν. Οἱ δὲ πλανῆται καὶ κυματοπλῆγες τεθρυμμένοι τῷ πόνῳ στερεωτέρην καὶ βαθυτέρην τὴν σάρκα ἔχουσιν. Νάρκαι δὲ καὶ ῥίναι καὶ ψῆσσαι καὶ τὰ τοιαῦτα ἐλαφρότερα. Ὁκόσοι δὲ τῶν ἰχθύων ἐν τοῖσι πηλώδεσι καὶ ὑδρηλοῖσι χωρίοισι τὰς τροφὰς ἔχουσιν, οἷον κέφαλοι, κεστραῖοι, ἐγχέλυες, οἱ τοιοῦτοι βαρύτεροι, διότι ἀπὸ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ καὶ τῶν ἐν τουτέοισι φυομένων τὰς τροφὰς χουσιν, ἀφ’ ὅτων καὶ τὸ πνεῦμα ἐσιὸν ἐς τὸν ἄνθρωπον βλάπτει