De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
45. Κύαμοι, τρόφιμόν τι καὶ στατικὸν καὶ φυσῶδες· φυσῶδες μὲν ὅτι οὐ δέχονται οἱ πόροι τὴν τροφὴν ἁλέα ἐπιοῦσαν· στάσιμον δὲ ὅτι ὀλίγην ἔχει τὴν ὑποστάθμην τῆς τροφῆς. Οἱ πισσοὶ φυσῶσι μὲν ἧσσον, διαχωρέουσι δὲ μᾶλλον. Ὠχροὶ δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τουτέων, ἧσσον δὲ φυσώδεες, τρόφιμοι δέ. Ἐρέβινθοι λευκοὶ διαχωρέουσι καὶ οὐρέονται καὶ τρέφουσι· τρέφει μὲν τὸ σαρκῶδες· οὐρέεται δὲ τὸ γλυκύ· διαχωρέεται δὲ τὸ ἁλμυρόν. Κέγχρων χόνδροι καὶ κυρήβια, ξηρὸν καὶ στάσιμον, μετὰ σύκων ἰσχυρὸν τοῖσι πονέουσιν· αὐτοὶ δὲ οἱ κέγχροι ἑφθοὶ τρόφιμοι, οὐ μέντοι διαχωρέουσιν. Φακοὶ καυσώδεες καὶ ταρακτικοὶ, καὶ οὔτε διαχωρέουσιν
544
οὔτε ἵστασιν. Ὄροβοι, στάσιμον καὶ ἰσχυρὸν καὶ παχύνει καὶ πληροῖ καὶ εὔχρουν ποιέει τὸν ἄνθρωπον. Λίνου καρπὸς τρόφιμον καὶ στάσιμον· ἔχει δέ τι καὶ ψυκτικόν. Ὁρμίνου καρπὸς παραπλήσια τῷ λίνῳ διαπρήσσεται. Θέρμοι φύσει μὲν ἰσχυρὸν καὶ θερμὸν, διὰ δὲ τὴν ἐργασίην κουφότερον καὶ ψυκτικώτερόν ἐστι καὶ διαχωρέει. Ἐρύσιμον ὑγραίνει καὶ διαχωρέει. Σικύου σπέρμα διουρέεται μᾶλλον ἢ διαχωρέει. Σήσαμα ἄπλυτα διαχωρέεται, πληροῖ δὲ καὶ παχύνει· διαχωρέει μὲν διὰ τὸ ἄχυρον τὸ ἔξω, πληροῖ δὲ καὶ παχύνει διὰ τὴν σάρκα· πεπλυμένα δὲ διαχωρέει μὲν, ἧσσον δὲ, παχύνει δὲ καὶ πληροῖ μᾶλλον, αὐαίνει δὲ καὶ καίει διὰ τὸ λιπαρὸν καὶ πῖον. Κνίκος διαχωρέει. Μήκων στάσιμον, μᾶλλον δὲ ἡ μέλαινα μήκων, ἀτὰρ καὶ ἡ λευκή· τρόφιμον δὲ καὶ ἰσχυρόν. Τουτέων δὲ ἁπάντων οἱ χυλοὶ διαχωρητικώτεροι τῆς σαρκός· δεῖ οὖν τῇ ἐργασίῃ φυλάσσειν, ὁκόσα μὲν βούλει ξηραίνειν, τοὺς χυλοὺς ἀφαιρέοντα τῇ σαρκὶ χρῆσθαι· ὁκόσα δὲ διαχωρέειν, τῷ μὲν χυλῷ πλέονι, τῇ δὲ σαρκὶ ἐλάσσονι καὶ εὐχυλοτέρῃ.