De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
42. Πυροὶ ἰσχυρότεροι κριθῶν καὶ τροφιμώτεροι, διαχωρέουσι δὲ ἧσσον καὶ αὐτοὶ καὶ ὁ χυλός. Ἄρτος δὲ ὁ μὲν συγκομιστὸς ξηραίνει
540
καὶ διαχωρέει, ὁ δὲ καθαρὸς τρέφει μὲν μᾶλλον, διαχωρέει δὲ ἧσσον. Αὐτῶν δὲ τῶν ἄρτων ὁ μὲν ζυμίτης κοῦφος καὶ διαχωρέει· καὶ κοῦφος μέν ἐστιν, ὅτι ἀπὸ τῆς ζύμης τοῦ ὀξέος τὸ ὑγρὸν προανάλωται, ὅπερ ἐστὶν ἡ τροφή· διαχωρέει δὲ ὅτι ταχέως πέσσεται. Ὁ δὲ ἄζυμος διαχωρέει μὲν ἧσσον, τρέφει δὲ μᾶλλον. Ὁ δὲ τῷ χυλῷ πεφυρημένος κουφότερος, καὶ τρέφει ἱκανῶς, καὶ διαχωρέει· τρέφει μὲν ὅτι καθαρὸς, κοῦφος δέ ἐστιν ὅτι τῷ κουφοτάτῳ πεφύρηται καὶ ἐζύμωται ὑπὸ τούτου καὶ πεπύρωται· διαχωρέει δὲ ὅτι τῷ γλυκεῖ καὶ διαχωρητικῷ τοῦ πυροῦ συμμέμικται. Αὐτῶν δὲ τῶν ἄρτων οἱ μέγιστοι τροφιμώτατοι, διότι ἥκιστα ἐκκαίονται ὑπὸ τοῦ πυρὸς τὸ ὑγρόν· καὶ οἱ ἰπνῖται ἄρτοι τροφιμώτεροι τῶν ἐσχαριτῶν καὶ ὀβελιέων, διότι ἧσσον ἐκκαίονται ὑπὸ τοῦ πυρός. Οἱ δὲ κλιβανίται καὶ οἱ ἐγκρυφίαι ξηρότατοι, οἱ μὲν διὰ τὴν σποδὸν, οἱ δὲ διὰ τὸ ὄστρακον ἐκπινόμενοι τὸ ὑγρόν. Οἱ δὲ σεμιδαλίται ἰσχυρότατοι πάντων τούτων, ἔτι δὲ μᾶλλον καὶ οἱ ἐκ τοῦ χόνδρου καὶ τρόφιμοι σφόδρα, πλὴν οὐ διαχωρέουσιν ὁμοίως. Ἄλητον καθαρὸν πινόμενον ἐφ’ ὕδατι ψύχει, καὶ πλῦμα σταιτὸς ἐπὶ πυρί. Πιτύρων χυμὸς ἑφθὸς κοῦφος καὶ διαχωρέει. Τὰ δὲ ἐν γάλακτι ἑψόμενα ἄλητα διαχωρέει μᾶλλον ἢ τὰ ἐν τῷ ὕδατι, διὰ τοὺς ὀῤῥοὺς, καὶ μάλιστα ἐν τοῖσι διαχωρητικοῖσιν. Ὁκόσα δὲ ξὺν μέλιτι καὶ ἐλαίῳ ἕψεται ἢ ὀπτᾶται ἐξ ἀλήτων, πάντα καυσώδεα καὶ ἐρευγμώδεα· ἐρευγμώδεα μὲν ὅτι τρόφιμα ἐόντα οὐ διαχωρητικά ἐστι, καυσώδεα δὲ διότι λιπαρὰ 542
ἐόντα καὶ γλυκέα καὶ ἀξύμφορα ἀλλήλοισιν, οὐ τῆς αὐτῆς καθεψήσιος δεόμενα, ἐν τῷ αὐτῷ ἐστί. Σεμίδαλις καὶ χόνδρος ἑφθὰ, ἰσχυρὰ καὶ τρόφιμα, οὐ μέντοι διαχωρέει.