De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

47. Τὰ γυναικεῖα νοσεύματα καλεύμενα· αἱ ὑστέραι πάντων τῶν νοσημάτων αἴτιαί εἰσιν· αὗται γὰρ ὅπη ἂν ἐκ τῆς φύσιος μετακινηθέωσι, νούσους παρέχουσιν, ἤν τε προέλθωσιν, ἤν τε παραχωρήσωσιν. Καὶ ὅταν μὲν μὴ βάλλουσαι τὸ στόμα αἱ μῆτραι καὶ μὴ ψαύουσαι τῶν κρημνῶν μετακεκινημέναι ἔωσιν ἔξω, σμικροτάτη νοῦσός ἐστιν· ἐπεὶ δὲ προκινηθέωσιν ἐς τὸ ἔμπροσθεν καὶ ἐμβάλλωσι τὸ στόμα ἐς τὸν κρημνὸν, πρῶτον μὲν ψαύσασα πόνον παρέσχεν, εἶτα ἀποφραχθεῖσα ἡ μήτρη καὶ ἐπιπωμασθεῖσα ὑπὸ τῆς ἐμβλήσεως τῆς ἐς τὸν κρημνὸν, οὐ γίνεται ῥόος τὰ καταμήνια καλεύμενα· τοῦτο δὲ συνιστάμενον οἶδός τε καὶ ὀδύνην παρέχει. Καὶ ἢν μὲν κάτω κατελθοῦσα καὶ ἀποστραφεῖσα ἐμβάλλῃ ἐς τὸν βουβῶνα, ὀδύνην παρέξει· ἢν δὲ ἄνω ἐπαναχωρήσασα ἀποστραφῇ καὶ ἀποφραχθῇ, καὶ οὕτω διὰ τὴν ἀραιότητα νοῦσον παρέχει· ὁπόταν δὲ διὰ τοῦτο νοσέῃ, ἐς τὰ ἰσχία καὶ τὴν κεφαλὴν ὀδύνην ποιέει. Ὁπόταν δὲ αἱ μῆτραι πρησθεῖσαι συνοιδήσωσιν, οὐ ῥεῖ οὐδὲν, καὶ πλέαι γίνονται· ἐπὴν δὲ πλέαι γίνωνται, ψαύουσι τῶν ἰσχίων· ἐπὴν δὲ πλησθεῖσαι αἱ μῆτραι ὑγρότητος διευρυνόμεναι οὐ χωρέωνται, ψαύωσι δὲ τῶν ἰσχίων, ὀδύνας παρέχουσι καὶ ἐς τὰ ἰσχία καὶ ἐς τὸν βουβῶνα, καὶ οἷον σφαῖραι ἐν τῇ γαστρὶ ὑποτρέχουσι, καὶ τὴν κεφαλὴν πονέουσι, τοτὲ μὲν ἐς τὸ ἕτερον μέρος, τοτὲ δὲ ὅλην, οἵη γίνεται καὶ ἡ νοῦσος. Ὧδε δὴ ταῦτα εὐτρεπιστέον· ἢν μὲν προέλθῃ μοῦνον καὶ ᾖ διαχρίειν, χρῶ ᾧ

346
τινι βούλει τῶν κακόδμων, ἢ κέδρῳ, ἢ μυσσωτῷ, ἢ ἄλλῳ τινὶ τῶν βαρυτέρων καὶ κακὸν ὀζομένων, καὶ κάπνιζε, καὶ μὴ πυρία, μηδὲ σιτίῳ μηδὲ πότῳ οὐρητικῷ χρῶ τούτου τοῦ χρόνου, μηδὲ λοῦε θερμῷ. Ἢν δὲ ἀνακεχωρήκῃ καὶ μὴ ἀπεστραμμένη ᾖ, τοῖσιν εὐόδμοισι προσθετοῖσι χρῶ, ὅσα ἀναθερμαίνουσιν ἅμα· ταῦτα δὲ τοιάδε εἰσί· σμύρνῃ, ἢ μύρῳ, εἴθ’ ἑνὶ ἄλλῳ εὐόδμῳ καὶ θερμαίνοντι ἅμα· τοιούτοισι προσθετοῖσι χρῶ· καὶ πυριᾷν οἴνῳ κάτωθεν, καὶ θερμῷ ὕδατι λούειν, καὶ διουρητικοῖσι χρῶ. Τὸ δὲ δῆλόν ἐστιν, ἢν μὴ ἀποστραφῇ ἀνακεχωρηκυῖα, ῥεῦμα γίνεται· ἢν δὲ ἀπεστραμμένη ᾖ, οὐ γίνεται ῥόος τὰ καταμηνία καλεύμενα· τοῦτο τὸ νόσημα πυρίῃ πρῶτον τοιῇδε χρὴ ἰᾶσθαι, ἐς οἶνον ἐρινέα ἐμβάλλοντα, θερμαίνοντα τοῦτον, περιθέντα σικυωνίην περὶ τὸ στόμα τοῦ τεύχεος, ἐν ᾧ ἂν θερμαίνηται, ὧδε ποιῆσαι· σικυωνίην μέσην διαταμὼν, ἐκκενώσας, τὸ ἄκρον ἀποταμὼν σμικρὸν, ὡς ἐπ’ ἀσκίων τοῦτο περιπωμάσαι, ὅπως ἂν ἡ ὀδμὴ διὰ τοῦ στενοῦ ἰεῖσα πρὸς τὴν μήτρην ἀφίκηται· καὶ θερμῷ ὕδατι αἰονᾷν, καὶ φαρμάκοισι θερμαίνουσι χρῆσθαι προσθετοῖσι. Θερμαίνοντα δ’ ἐστὶ τὰ ἄγοντα τῶν πρόσθεν, τὰ δὲ τοιάδε, βόλβιτον, χολὴ βοὸς, σμύρνα, στυπτηρίη, χαλβάνη, καὶ ἄλλο ὃ τοιοῦτόν ἐστι, τούτων ὡς πλείστοισι, καὶ ὑπεξάγειν ἐλατηρίοισι φαρμάκοισι κάτω ὅσα ἔμετον οὐ ποιέουσιν, ἀσθενέουσιν, ὅπως μὴ ἰνηθμὸς γένηται ἐκ τῆς ὑπερινήσιος. Τὰ δὲ προσθετὰ ὧδε χρὴ ποιέειν, ἢν βούλῃ ἰσχυρὰ ποιέειν· μέλι ἡμίεφθον ποιέων, ἐμβαλέων γεγραμμένων προσθετῶν τῶν ἄγειν ποιούντων, καὶ ἐπὴν ἐμβάλλῃς, ποίησον ὥσπερ τὰς βαλάνους τὰς πρὸς τὴν ἕδρην προστιθεμένας, μακρὰς δὲ ποίει καὶ λεπτὰς ταύτας· τὴν δὲ γυναῖκα ὑπτίην κατακλίνας, ἄνω
348
τοὺς πόδας ποιήσας τῆς κλίνης τοὺς πρὸς ποδῶν, ἔπειτα πρόσθες, καὶ θέρμαινε ἢ ἐν ἀμίδι ἢ ἄλλῳ τινὶ, ἕως ἂν κατατακῇ· ἢν δὲ ἀσθενέστερον βούλῃ τὸ προσθετὸν προστιθέναι, ἐς ὀθόνιον ἐνδέων. Καὶ ἢν ὑγρότητος ἔμπλεαι οὖσαι αἱ μῆτραι τὸ στόμα συνοιδήσωσιν καὶ ἀῤῥοίην παράσχωσι, ῥόον χρὴ ποιέοντα ἰᾶσθαι προσθετοῖσι φαρμάκοισι, καὶ πυριῶντα ὡς γέγραπται, οὕτω ποιεῦντα, ὥσπερ κατὰ τὴν πρόσθεν ἀῤῥοίην· καὶ εἰ ἐς τὸ πρόσθεν προσχωρέουσα ἀποστραφῇ, ῥόον χρὴ ποιέειν ὥσπερ ἐπὶ τῆς πρότερον ἀῤῥοίης. Ὅταν δὲ ῥόος ᾖ λίην, οὔτε θερμαίνειν χρὴ θερμῷ ὕδατι οὔτ’ ἄλλῳ οὐδενὶ, οὔτε οὐρητικοῖσι χρῆσθαι οὔτε σιτίοισι διαχωρητικοῖσι· τῆς γε κλίνης τὰ πρὸς ποδῶν ὑψηλότερα εἶναι, ὡς μὴ ἡ κατάκλισις εὔροος ᾖ· καὶ προσθετοῖσιν ἅμα τοῖς στύφουσι χρῶ. Οἱ δὲ ῥόοι, ὁπόταν μὲν εὐθέως ἵκηται ἡ κάθαρσις, εὐθέως ὑφαίμονες γίνονται, ὁπόταν δ’ ἧσσον ἴῃ, πυώδεες· καὶ τῇσι νεωτέρῃσιν ὕφαιμα μᾶλλον, αἱ δὲ πρεσβύτεραι μυξώδεα μᾶλλον ἔχουσι τὰ καταμήνια καλεύμενα.