De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
44. Ἡ δὲ ἰητρικὴ ὀλιγόκαιρός ἐστιν· καὶ ὃς τοῦτο ἐπίσταται, ἐκείνῳ καθέστηκε, καὶ ἐπίσταται τὰ εἴδεα, ἅ ἐστιν ἐν ἰητρικῇ ὁ καιρὸς γνῶναι· ὅτι τὰ ὑποχωρητικὰ οὐχ ὑποχωρητικὰ γίνεται, καὶ τἄλλα ὅτι ὑπεναντία ἐστὶ, καὶ τὰ ὑπεναντιώτατα οὐχ ὑπεναντιώτατα. Ὁ δὲ καιρὸς ὅδ’ ἐστί· τὰ σιτία προσφέρειν, ὅσων μέλλει τὸ σῶμα προσφερόμενον τὸ πλῆθος κρατέειν, ὥστ’ ἢν μὲν οὕτω ποιέῃ, πᾶσα ἀνάγκη τὸ ὑποχωρητικὸν σιτίον προσφερόμενον ὑποχωρητικὸν εἶναι, καὶ τὸ φλεγματῶδες φλεγματῶδες. Ἢν κρατέῃ οὖν τὸ σῶμα τῶν σιτίων, οὔτε νοῦσος οὔτε ὑπεναντίωσις γίνεται προσφερομένων, καὶ οὗτος ὁ καιρός ἐστιν ὃν δεῖ τὸν ἰητρὸν εἰδέναι· ἐπὴν δὲ τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, καὶ οἳ πρὶν ὑπερπέσσειν οἴονται ἔχειν, καὶ τὸ θερμαίνεσθαι· ἕως μὲν γὰρ ἂν τὸ σῶμα τοῦ προσοίσματος κρατέῃ, τρέφεται τὸ σῶμα· ἐπὴν δὲ τοῦτον τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, ἰσχναίνεται γάρ· καὶ τἄλλα πάντα δὲ τὰ φλεγμαίνειν ποιεῦντα, ἕως μὲν ἂν κρατέῃ τὸ σῶμα, ἔτι τὰ πρὸς τὸν καιρὸν καὶ τὰ κατὰ φύσιν ποιέουσιν ἕκαστον,