De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

41. Ἰητρικὴν οὐ δυνατόν ἐστι ταχὺ μαθεῖν διὰ τόδε, ὅτι ἀδύνατόν ἐστι καθεστηκός τι ἐν αὐτῇ σόφισμα γενέσθαι, οἷον ὁ τὸ γράφειν ἕνα τρόπον μαθὼν ὃν διδάσκουσι, πάντα ἐπίσταται· καὶ οἱ ἐπιστάμενοι πάντες ὁμοίως διὰ τόδε, ὅτι τὸ αὐτὸ καὶ ὁμοίως ποιεύμενον νῦν τε καὶ οὐ νῦν οὐκ ἂν τὸ ὑπεναντίον γένοιτο, ἀλλ’ αἰεὶ ἐνδυκέως

332
ὅμοιόν ἐστι, καὶ οὐ δεῖ καιροῦ. Ἡ δὲ ἰητρικὴ νῦν τε καὶ αὐτίκα οὐ τὸ αὐτὸ ποιέει, καὶ πρὸς τὸν αὐτὸν ὑπεναντία ποιέει, καὶ ταῦτα ὑπεναντία σφίσιν ἑωυτοῖσιν· πρῶτον ὑπεκχώρησιν κοιλίης τὰ ὑπεκχωρητικὰ οὐκ αἰεὶ ποιέουσι, καὶ τὰ ὑπεκχωρητικὰ ἀμφότερα ποιέουσι, τάχα δὲ οὐδ’ οὕτως ἔχουσι τὰ ὑπεκχωρητικὰ τοῖσι στασίμοις ὡς ὑπεναντία. Ἐπιστάσης τῆς κοιλίης, διὰ τὴν λίην στάσιν φλεγμῆναν τὸ σῶμα, ἐς τὴν κοιλίην φλέγματος ἀφικομένου, οὕτως ἡ στάσις ὑπεκχώρησιν ἐποίησεν· ἐπὴν γὰρ τὸ φλέγμα ἐς τὴν κοιλίην ἐσέλθῃ, ἰνηθμὸς γίνεται· ἐν τουτέῳ δὲ τὰ ὑπεκχωρητικὰ φύσει στάσιν ποιέουσιν ἐν τῇ κοιλίῃ· ἢν μὲν [μὴ] ὑπεκχωρητικὰ προσφέρῃς, ἐκλύηται δὲ τὸ νοσεῖν ποιέον καὶ ὑγραίνηται, ἐπὴν ἐκκλυσθῇ, γίνεται ὑγιής· καὶ οὕτω τά τε στάσιμα τοῖσιν ὑπεκχωρητικοῖσι ταὐτὸ ποιέουσι τῆς κοιλίης, καὶ τοῖσι στασίμοισι τὰ ὑπεκχωρητικά. Τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἐρυθροὺς καὶ τοὺς χλωρούς· καὶ τὰ φλεγματώδεα χλωροὺς ποιέει καὶ ἀχρόους, καὶ τὰ ἰσχναίνοντα εὐχρόους· ἑκατέρου δ’ ἐστὶ φάρμακον τὰ ὑπεναντία τῷ ὑπεναντίῳ· αὐτίκα ὅταν φλεγμαίνῃ χλωρὸς ἐὼν, ἐκλύεται, ἤν τι ἰσχναίνῃ φάρμακον προσενεχθέν· ἐνθάδε τῷ φλεγμαίνοντι τὸ ἰσχναῖνον ὠφέλησεν· τούτων δὲ τό ποτε ὠφελεύμενον τῷ ὠφελεῦντι νῦν ὠφελεῖ ἐνταῦθα, ὁπόταν ὑπὸ ἰσχνότητος ἄχροος καὶ χλωρὸς ᾖ· ἢν γάρ τις φλεγματῶδες προσφέρῃ, παύεται τὸ χλωρόν.