De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
33. Πυρεταίνοντι κεφαλὴν μὴ κάθαιρε, ὡς μὴ μαίνηται· θερμαίνουσι γὰρ τὰ τὴν κεφαλὴν καθαίροντα φάρμακα· πρὸς δὴ τὸ ἀπὸ τοῦ πυρετοῦ θερμὸν τὸ ἀπὸ τοῦ φαρμάκου προσελθὸν μανίην ποιέει. Θανάσιμα τρώματα· ἐφ’ ᾧ ἄν τινι κακῶς ἔχοντι χολὴν μέλαιναν ἀπεμέσῃ, ἀποθνήσκει ὁ τὸ τρῶμα ἔχων. Καὶ ὑπὸ ἰνηθμοῦ ὃς ἂν ἐχόμενος καὶ ἔχων ἀσθενέως καὶ λεπτὸς ἐὼν ἐξαπίνης [ἐς] ξηρὸν καθίζῃ, ἀποθνήσκει. Ἐπὴν ὑπὸ θερμωλῆς ἐχομένῳ ἑλκύδρια ἐκθύωσιν ἀσθενεῖ ἐόντι πέριξ πελιδνὰ, ἀποθνήσκει. Ἐπὴν ὑπό τινος νοσήματος ἐχομένῳ ἀσθενεῖ ἤδη ἐόντι πελιδνὰ ἐκθύῃ, θανάσιμον. Ἐπὴν φάρμακόν τις πιὼν ὑπέρινος ᾖ καὶ κάτω καὶ ἄνω ὑπεκχωρέῃ, οἶνον καταῤῥοφεῖν τὸ μὲν πρῶτον κεκρημένον, ἔπειτα ἄκρητον θαμινὰ διδόναι,