De locis in homine
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
24. Ἐπὴν ὁ σπλὴν ὑπὸ πυρετοῦ μέγας γένηται, γίνεται δὲ ὅταν τὸ σῶμα λεπτυνθῇ, τοῖσι γὰρ αὐτοῖσιν ὅ τε σπλὴν θάλλει καὶ τὸ σῶμα φθίνει· ὅταν δὲ τὸ σῶμα λεπτὸν ᾖ καὶ ὁ σπλὴν θάλλῃ καὶ τὸ ἐπίπλοον ἅμα τῷ σώματι λεπτυνθῇ, ἡ πιμελὴ ἡ ἐν τῷ ἐπιπλόῳ ἐκτήκεται· ἐπὴν δὲ ταῦτά τε κενὰ πιμελῆς γένηται καὶ ἀπὸ τοῦ σπληνὸς θάλλοντος ἀποῤῥέῃ ἐς τὸ ἐπίπλοον, ὡς ἐγγύτατα ἐὸν τὸ ἐπίπλοον, ὥστε τεύχεα ἔχον καὶ ταῦτα κενεὰ, ἐσδέχεται· καὶ ἐπὴν τὸ
316
νόσημα ἅπαξ ἐν τῷ σώματι γένηται, ἐς τὸ νοσέον τρέπεται, ἢν μή τις εὐτρεπίζῃ, ὡς καὶ τὸ εὐτρεπιζόμενον ἐπικίνδυνον. Τοῦτον ὧδε ἰᾶσθαι· φάρμακα πιπίσκειν ὑφ’ ὧν ὕδωρ καθαιρεῖται, καὶ σιτία τὰ φλεγματωδέστατα διδόναι· ἢν δὲ μηδ’ οὕτω ῥᾴων γένηται, καίειν ὡς λεπτότατα καὶ ὡς ἐπιπολαιότατα, ὅπως τὸ ὕδωρ ἴσχειν δύνῃ, πέριξ τοῦ ὀμφαλοῦ κύκλον, καὶ ἐς τὸν ὀμφαλὸν μὴ, καὶ ἀφιέναι ἑκάστης ἡμέρης. Τῶν νοσημάτων ὅ τι ἂν ἐπικινδυνότατόν ἐστιν, ἐν τούτοισι παρακινδυνεύειν χρή· ἐπιτυχὼν μὲν γὰρ ὑγιᾶ ποιήσεις, ἀτυχήσας δ’ ὅπερ καὶ ὡς ἔμελλε γίνεσθαι, τοῦτ’ ἔπαθεν.