De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

21. Ὁπότε δ’ ἐς τὴν σάρκα ὄπισθεν παρὰ τοὺς σπονδύλους ῥεῦσαν ὕδρωπα ποιήσῃ, ὧδε χρὴ ἰᾶσθαι· καίειν τὴν σάρκα τὴν ἐν τῷ τραχήλῳ μεταξὺ τῶν φλεβῶν ἐσχάρας τρεῖς, καὶ ἐπὴν καύσῃς, ξυνάγειν καὶ ποιέειν ὡς ἰσχνοτάτας οὐλάς· καὶ ἐπὴν ἀποφράξῃς, πρὸς τὰς ῥῖνας φάρμακον πρόσφερε, ὡς ἐκτρέπηται, καὶ ἀσθενὲς αὖθις καὶ αὖθις, ἕως ἂν ἀποτρεφθῇ· καὶ τὰ μὲν ἔμπροσθεν τῆς κεφαλῆς θέρμαινε, τὰ δ’ ὄπισθεν ψῦχε· καὶ ἐπήν σοι ἐκτεθερμασμένος ᾖ τὰ ἔμπροσθεν τῆς κεφαλῆς, σιτία ἐσθίειν τὰ φλεγματωδέστατα καὶ ἥκιστα

314
διαχωρητικὰ, ὡς ὅτι μάλιστα διευρυνθῶσιν αἱ ῥοιαὶ αἱ ἔμπροσθεν τῆς κεφαλῆς· ἔπειτα δ’ ἐπὴν ἀποφράξῃς καὶ ἀποτρέψῃς τὴν ἐπίῤῥυσιν, ἤν τι πρὶν ἢ εὐτρεπίζειν τὸ ῥεῦμα ἐς τὸ σῶμα ἔλθῃ, ὧδε χρὴ ἰᾶσθαι· ἢν μὲν μᾶλλον πρὸς τὸ δέρμα ἐκκεχωρηκὸς ᾖ, τὰ ἔξωθεν πυριῶντα· ἢν δ’ ἔνδον πρὸς τὴν κοιλίην, ἔξωθεν δὲ μὴ δῆλον ᾖ, φάρμακον πιπίσκοντα· ἢν δ’ ἐπ’ ἀμφότερα, ἀμφοτέρων ἀφαιρέειν· ἐπιτηδεύειν δὲ χρὴ ἐγγυτάτην ἔξοδον ποιέειν, ἤν τε κάτω, ἤν τε ἄνω, ἤν τε ἄλλῃ ὅπη τοῦ σώματος ἔξοδοί εἰσιν.