De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

17. Πλευρῖτιν ὧδε χρὴ ἰᾶσθαι· τὸν πυρετὸν μὴ παύειν ἑπτὰ ἡμερέων, πότῳ δὲ χρήσθω ἢ ὀξυμελικρήτῳ, ἢ ὄξει καὶ ὕδατι· ταῦτα δὲ χρὴ προσφέρειν ὡς πλεῖστα, ὡς ἐπίτεγξις γένηται καὶ γινομένη

310
ἐπανάχρεμψιν ποιέῃ· καὶ τὴν ὀδύνην παύειν θερμαντηρίοισι φαρμάκοισι, καὶ καταῤῥοφεῖν διδόναι ὅ τι ἐπανάχρεμψιν ποιήσει, καὶ λουτροῖσι χρῆσθαι τεταρταίοισιν· τῇ δὲ πέμπτῃ καὶ τῇ ἕκτῃ χρίειν ἐλαίῳ· τῇ δὲ ἑβδόμῃ λούειν, ἢν μὴ ὁ πυρετὸς μέλλῃ ἀφιέναι, ὡς ὑπὸ τοῦ λουτροῦ ὁ ἱδρὼς ἐγγένηται· καὶ ἔτι τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ ἰσχυροτάτοισι χρῆσθαι τοῖσιν ἐπαναχρεμπτηρίοισι φαρμάκοις, ὡς τὴν ἑβδόμην ὅτι ῥήϊστα ἡμέρην ἀγάγῃ· ἢν δὲ μηδὲ τῇ ἑβδόμῃ ἡμέρῃ παύσηται, τῇ ἐννάτῃ παύσεται, ἢν μή τι ἄλλο τῶν ἐπικινδύνων γένηται· ἐπὴν δὲ ὁ πυρετὸς ἀφῇ, ῥοφήματα ὡς ἀσθενέστατα ποιέων προσφέρειν· ἢν δὲ ἰνηθμὸς ἐγγένηται, ἢν μὲν ἔτι θερμοῦ τοῦ σώματος ἐόντος, τῶν ποτῶν ἀφαιρέειν· ἢν δὲ τοῦ πυρετοῦ ἀφεικότος, πυρίνοις τοῖσι ῥοφήμασι χρῶ. Καὶ τὴν περιπλευμονίην τὸν αὐτὸν τρόπον ἰῶ.