De locis in homine

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

12. Ὁπόταν δ’ ἐς τὰ ὦτα ῥέῃ, τὸ πρῶτον ὀδύνην παρέχει, βίῃ γὰρ χωρέει· πόνον δὲ παρέχει, ἔστ’ ἂν ἀποσυριγγωθῇ· ἐπὴν δὲ μάθῃ ῥεῖν, οὐκέτι πόνον ποιέει. Τῷ ὑπὸ τῆς ὀδύνης ἐχομένῳ φάρμακον θερμὸν φύσει χλιαρὸν ποιήσαντα, διέντα νετώπῳ, ἐγχεῖν, καὶ ὄπισθεν σικύην προσβάλλειν, ἢν τὸ ἀριστερὸν ἀλγέῃ, ἐς τὸ δεξιὸν, καὶ

298
ἢν τὸ δεξιὸν, ἐς τὸ σκαιόν· μὴ κατακρούειν δὲ, ἀλλ’ ὡς ἂν ἕλκῃ μοῦνον· ἢν δὲ μὴ πρὸς ταῦτα παύηται, ψύχοντα ἐγχεῖν φύσει ψυχρὰ, καὶ φάρμακον πίσαι ὅ τι ἂν κάτω ὑποχώρησιν ποιέῃ, ἄνω δὲ μὴ, ὥσπερ οὐδ’ ἀρήγει ἐμέειν, καὶ τὰ ἄλλα ψύχειν. Καὶ αἰεὶ δὲ ἐκ τοῦ ὑγιὲς μὴ ποιέοντος τρόπου μεταλλάσσειν· καὶ ἢν μὲν κάκιον ποιέῃ, ἔχον ἐς τὸ ὑπεναντίον· ἢν δὲ ῥέπῃ ἐς τὸ ὑγιὲς, τὸ πάμπαν μὴ ἀφελεῖν τι τῶν προσφερομένων, μηδ’ ἀποζευγῆσαι, μηδὲ προσθεῖναι ἄλλο τι. Ἢν δὲ σεσυριγγωμένον ἤδη ᾖ, καὶ πεπυωμένος ῥέῃ ἰχὼρ πουλὺς καὶ κακὸν ὀζόμενος, τοῦτο ὧδε ποιέειν· σπογγιὰν δεύων ξηραίνοντί τινι φαρμάκῳ [ξηρῷ] πρὸς τὴν ἀκοὴν ὡς πελαστάτω προσθεῖναι, καὶ πρὸς τὰς ῥῖνας καθαρτήριον, ὅπως, τοῦ ἐς τὰ ὦτα ῥέοντος, πρόσθεν ἐς τὰς ῥῖνας φέρηται, καὶ μὴ ἐς τὴν κεφαλὴν πάλιν ἀποχωρέῃ, νοσηλὸν ἐόν.