Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

131. Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.

132. Τὰ εὐθὺ ταραχώδεα,

558
ἄγρυπνα· ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονήσαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

133. Οἷσιν αἱμοῤῥαγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.

134. Ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται.

135. Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῤαγικοὶ, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.

136. Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν τι προεῤῤυήκῃ· ἆρά γε καὶ φρίξαντα;

137. Κάτοχα, κεφαλαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῤαγικά.

560

138. Οἷσι, κοιλίης ἐπιστάσης, αἱμοῤῥαγέει, καὶ ἐπιῤῥιγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφότερον;

139. Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως, καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.

140. Οἷσιν ἐφ᾿ αἱμοῤῥαγίῃ λαύρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥαγέουσιν, οὗτοι κοιλίην

562
ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.