De capitis vulneribus
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841
2. Παχύτητι δὲ καὶ λεπτότητι, ξυμπάσης τῆς κεφαλῆς τὸ ὀστέον λεπτότατόν ἐστιν καὶ ἀσθενέστατον τὸ κατὰ βρέγμα, καὶ σάρκα ὀλιγίστην καὶ λεπτοτάτην ἔχει ἐφ᾿ ἑωυτέῳ ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον, καὶ ὁ ἐγκέφαλος κατὰ τοῦτο τῆς κεφαλῆς πλεῖστος ὕπεστιν. Καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων
190
καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ ῥήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς· ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὁταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι. Ὁ γὰρ ἐγκέφαλος τάχιστά τε καὶ μάλιστα κατὰ τὸ βρέγμα αἰσθάνεται τῶν κακῶν τῶν γιγνομένων ἔν τε τῇ σαρκὶ καὶ τῷ ὀστέῳ· ὑπὸ λεπτοτάτῳ γὰρ ὀστέῳ ἐστὶ ταύτῃ ὁ ἐγκέφαλος καὶ ὀλιγίστῃ σαρκὶ, καὶ ὁ πλεῖστος ἐγκέφαλος ὑπὸ τῷ βρέγματι κεῖται. Τῶν δὲ ἄλλων τὸ κατὰ τοὺς κροτάφους ἀσθενέστατόν ἐστιν· ξυμβολή τε γὰρ τῆς κάτω γνάθου πρὸς τὸ κρανίον, καὶ κίνησις ἔνεστιν ἐν τῷ κροτάφῳ ἄνω καὶ κάτω ὥσπερ ἄρθρου· καὶ ἡ ἀκοὴ πλησίον γίγνεται αὐτέου, καὶ φλὲψ διὰ τοῦ κροτάφου τέταται κοίλη τε καὶ ἰσχυρή. Ἰσχυρότερον δ᾿ ἐστὶ τῆς κεφαλῆς τὸ ὀστέον ἅπαν τὸ ὄπισθεν τῆς κορυφῆς καὶ τῶν 192
οὐάτων, ἢ ἅπαν τὸ πρόσθεν, καὶ σάρκα πλέονα καὶ βαθυτέρην ἐφ᾿ ἑωυτέῳ ἔχει τοῦτο τὸ ὀστέον. Καὶ δὴ, τουτέων οὕτως ἐχόντων ὑπὸ τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων ἐόντων καὶ ὁμοίων, καὶ μεζόνων, καὶ ὁμοίως τιτρωσκόμενος καὶ μᾶλλον, ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον ἧσσον ῥήγνυται καὶ φλᾶται ἔσω· κἢν μέλλῃ ὥνθρωπος ἀποθνήσκειν καὶ ἄλλως ἐκ τοῦ τρώματος, ἐν τῷ ὄπισθεν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα, ἐν πλέονι χρόνῳ ἀποθανεῖται· ἐν πλέονι γὰρ χρόνῳ τὸ ὀστέον ἐμπυΐσκεταί τε καὶ διαπυΐσκεται κάτω ἐπὶ τὸν ἐγκέφαλον διὰ τὴν παχύτητα τοῦ ὀστέου, καὶ ἐλάσσων ταύτῃ τῆς κεφαλῆς ὁ ἐγκέφαλος ὕπεστι, καὶ πλέονες ἐκφυγγάνουσι τὸν θάνατον τῶν ὄπισθεν τιτρωσκομένων τῆς κεφαλῆς ὡς ἐπιτοπολὺ, ἢ τῶν ἔμπροσθεν. Καὶ ἐν χειμῶνι πλέονα χρόνον ζῇ ὥνθρωπος ἢ ἐν θέρει, ὅστις καὶ ἄλλως μέλλει ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁκουοῦν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα.