Epidemiarum
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
9. Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.
10. Οἱ διαλείποντες μίαν τῇ ἑτέρῃ ἐπιῤῥιγεῦσιν ἅμα κρίσει ἐς ἑβδόμην.
11. Σκόπᾳ ἐκ κορυζωδέων χολωδέων, καὶ φάρυγγος φλεγμονῆς, φλαύρως διαιτηθέντι, ἡ κοιλίη ἀπελήφθη, καὶ πυρετὸς ξυνεχὴς ἐγένετο, καὶ γλῶσσα εὐανθὴς, καὶ ἄγρυπνος· ἤτρου ἔντασις, ἰσχυρῶς, ὁμαλῶς, κατὰ σμικρὸν ἐς τὸ κάτω ἐν τοῖσι δεξιοῖσιν· πνεῦμα ὑπόπυκνον· ὑποχόνδριον ἤλγει, καὶ ἀναπνέων καὶ στρεφόμενος· ἄνευ δὲ βηχὸς ἀνεχρέμπτετο ὑποπάχεα. Ὀγδοαίῳ πέπλος δοθεῖσα ἀπὸ τοῦ ὑποχονδρίου μὲν ἀπῶσεν, ἐπεραιώθη δὲ οὐδέν. τῇ δὲ ὑστεραίῃ, βάλανοι δύο προστεθεῖσαι οὐκ ἐφάνησαν· οὖρον δὲ παχὺ καὶ θολερὸν λείῃ καὶ ὁμαλῇ καὶ ἔς τι καλῇ θολερότητι· ἥ τε γαστὴρ μαλακωτέρη ἦν, καὶ σπλὴν ἐπηρμένος καὶ κατάῤῥοπος ἐγένετο· ποτῷ ἐχρῆτο ὀξυγλύκει. Δεκάτῃ, αἷμα ἐξ ἀριστεροῦ ὑδαρὲς
12. Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ᾿ ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι.