Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

Ἄῤῥωστος ἕβδομος.

Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη·

702
ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσφόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπομέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατενόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν.

Ἄῤῥωστος ὄγδοος.

Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι᾿ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ

704
πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ᾿ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.