Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἡ ἀπόφασις τῇ καταφάσει ποτὲ μὲν τὸ ἴσον δύναται, 37 ποτὲ δὲ τὸ ἔλαττον, ποτὲ δὲ τὸ πλέον. ἴσον μέν, ὅταν δι᾿ ἐγγύτητα τῆς λέξεως φεύγων τις τὴν ταυτότητα μεταβάλλῃ τὴν λέξιν· οἷον «θύων τε γὰρ φανερὸς ἦν καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν», ταὐτὸ ἐδήλωσεν. [*](445) ἔλαττον δὲ καὶ πλέον ἤτοι ὑποστελλομένων ἡμῶν δι᾿ ἀσφάλειαν ἢ ἐπιτεινόντων δι᾿ αὔξησιν κατὰ ἤθους προσθήκην· οἷον

  • «ὦ ξεῖν᾿ , ἐπεὶ οὔτε κακῷ οὔτ᾿ ἄφρονι φωτὶ ἔοικας»·
  • ἐνταῦθα τὸ ‘οὐ κακῷ καὶ ἄφρονι’ ἔλαττόν ἐστι τοῦ ‘ἀγαθῷ καὶ φρονίμῳ’· οὐ γὰρ δὴ οἷδεν αὐτόν, ἵνα αὐτῷ ταῦτα μαρτυρῇ, ἀλλʼ ἱκανὴν φιλοφροσύνην εἶναι νομίζει κακίαν ἀφελεῖν, οὐχὶ ἀρετὴν προσθεῖναι. ὅταν δὲ λέγῃ «ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾿ Ἀχαιῶν», μεῖζον ἡ ἀπόφασις δηλοῖ τῆς καταφάσεως· τὸν γὰρ πάνυ

    [*](1 διαλόγου — 5 γίνεται post 454, 14 πάθος Vδ |cf. W. Schmid. Der Atticismus l 219, 4 2 ἀναμίξεις, η supr. (m. 2?), Ph: ἀνα- μίξι⌊Ι⌉ς Sf | καὶ om. Vc Ph | οἱ γὰρ Sf 2. λόγοι παρεμβληθέντες Ac 2 δ᾿ ὀῦν Vc 5 καὶ ἡ ἄνεσις Sf 6 mg. P; (καὶ κατα- φάσεως add.) supr Vc Ac Sf, mg Ph | mg. λε Vc Ac Ph, λς P 7 cf. 306, 8 10 μεταβαίη Vc Sf; μεταβάλλ⌊η ex ει⌉ Pa Xen. Mem. Ι 1, 2 |φανερῶς Ph 11 ταυτὸν Sf; ταὐτὸ γὰρ Ac 15 ὦ om. Hom. ζ 187; ἠ Ph |ξέν᾿ Vc; ξεῖν᾿ ⌊Ι⌉ Pa 17 ἀγαθοῦ καὶ φρονίμου P Ac 19 καὶ κακίαν Pc 20 Hom. Ο 11)