Περὶ μεθόδου δεινότητος [Sp.]
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινι μεθόδῳ χρῶνται, 28 ἀναφορῷ δι᾿ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον [*](434) Ἰσοκράτης «Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά, «ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυδίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, ὸὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο παρὰ Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου».