Περὶ μεθόδου δεινότητος [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](426)

Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γενέσθαι, 22 κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται.

Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀποπειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι᾿ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι

  • «καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται»
  • [*](1 συνηγόρ⌊ους, ex ων?⌉ Pa 2 καὶ PAc, (postea add. m.1) Sf; εἰ Pn; η, utrumque m. po., Vc | ἀσθενής ἐστιν ἢ VcSfPh 3 ἔστι τις Ph | ἢ P AcSf Ph; εἰ Vc | ἄτιμός ἐστιν VcSfPh Dem 21, 83 sq. | συνηγορεύει Pa | εἰ om. Ph 4. 5 Diac.: τουτ- ἐστιν ὁ ἡταιρηκώς 5 τούτου P 7 supr. VcSf, mg. P Ph; τίς ἡ ἐν λόγοις κακία supr. Ac | mg. κ AcPh, P 8. 9 λέ- γοντος . . δοκοῦντος VcAcPh; λέγοντα . . δοκοῦντα Sf, (ος m.1 supr.) P | cf. [Dion.] lI 1 p. 296, 15 sq. Us. 9 ἐναντίου Ph 10 alt. ἡ om. Vc 10 sq. cf. [Dion.] lI 1 p.327, 19 sq. 328, 25 sq. 322, 4 cet. Us. [Plut.] De vita et poesi Hom. 166 14 ὁ P; ante ἀγαμέμνων VcAcSfPh 15 καὶ om. VcSf 18 cf. [Dion.] lI 1 p. 321, 1. 330, 6. 7 Us. 20 Hom. Β 135 | νεῶν om. m. 1Vc | λέ- λυται Ac)
    438
    δηλονότι ἐναντίον ἐστὶ φανερῶς τῷ ‘φεύγωμεν’· πῶς [*](444) γὰρ φεύξονται ναῦς οὐκ ἔχοντες; τοῦτο δ᾿ ἂν εἶπε καὶ κωλύων τις αὐτοὺς ἀποπλεῖν, οὐ κελεύων δὲ μένειν τοῖς λόγοις.

    Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ᾿ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαι ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα.