De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.

Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι

διαχεῖν αὐτὸ φαρμάκοις, τοῦ τε ἡμιονίου | διδόντας πίνειν, καὶ τῆς ἀρτεμισίας, καὶ τοῦ ἑλιχρύσου, [καὶ τοῦ ὀποῦ τοῦ κυρη]ναϊκοῦ, καὶ τῆς κονύζης, [καὶ ἀψινθίου, καὶ ῥα]φανίδος τοῦ σπέρματος, καὶ βάτου χυλοῦ, καὶ [σεύτλου χυλοῦ, ἐν ὄ] ξει ἀρτύων ἕκαστον, [ἢ] λαγωοῦ πυτίας, ἢ νεβροῦ, ἢ [ἐρίφου, ἢ ἄλλου τινὸς ζῴου].

Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λιθιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, [ὡς τὰ ἕλκη] τὰ ἔναιμα.