De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.
Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι
διαχεῖν αὐτὸ φαρμάκοις, τοῦ τε ἡμιονίου | διδόντας πίνειν, καὶ τῆς ἀρτεμισίας, καὶ τοῦ ἑλιχρύσου, [καὶ τοῦ ὀποῦ τοῦ κυρη]ναϊκοῦ, καὶ τῆς κονύζης, [καὶ ἀψινθίου, καὶ ῥα]φανίδος τοῦ σπέρματος, καὶ βάτου χυλοῦ, καὶ [σεύτλου χυλοῦ, ἐν ὄ] ξει ἀρτύων ἕκαστον, [ἢ] λαγωοῦ πυτίας, ἢ νεβροῦ, ἢ [ἐρίφου, ἢ ἄλλου τινὸς ζῴου].Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λιθιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, [ὡς τὰ ἕλκη] τὰ ἔναιμα.
Γὰς δὲ ἐκ τοῦ καυλοῦ αἱμοῤῥαγίας καὶ | ἐπίθεμ[α ψυκτήριον], καὶ ἔγχυτόν τι τῶν εἰρημένων ἰᾶται.
Εἰ [δέ τι τῶν ἰσχα]ίμων ἄλλο μὲν διὰ τοῦ αὐλίσκου ἐγχέοις, ἄλλο δὲ κλυστῆρι εἰς τὸ ἔντερον μέγα, καὶ τοῦτο ὀνίνησι τὰς αἱμοῤῥαγίας.
Χρὴ δὲ τὸν αὐλίσκον τὰ μὲν ἄλλα εἶναι ὁποῖός ἐστιν, ἐξ ἄκρου δὲ ἔχειν ἐξηρτημένον ἄσκωμα.
Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον
ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τράπηται· ἢν δὲ μὴ | δύνηται, διὰ ταχέων πεπαίνειν, οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλιτος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ τοῖς ἄλλοις ἅπασιν ὡς ἐκεῖ εἴρηται.Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον, τὰ δὲ ἔνθεν ἢ ἔνθεν.
Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν γίνεται.
Ὃσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγ|νυται, τὰ μὲν
πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ καὶ ἔτυχε ῥέψαντα.Δεινὰ μὲν οὖν καὶ ταῦτα | [καὶ θανατηφόρα] τοὐπίπαν· δεινότερά γε μὴν τὰ εἴσω ῥηγνύμενα· [αἵ τε γὰρ ὀδύναι] ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια διὰ τὸ μέν τι συνεχῶς [ἅπτεσθαι τὸ οὖρον αὐτ]ῶν, νιτρῶδες καὶ ἁλμυρὸν ὄν· οὐδὲ γὰρ, εἰ πλεῖστον ὑ[πίοι τὸ οὖρον, δύν]αται πᾶσα κενωθῆναι κύστις, ἀλλὰ ἀεὶ μέν τι ἐν [αὐτῇ μένει, καὶ] προσκλύζει τοῖς ἕλκεσιν, ἀεὶ δὲ πλήρης [ἐστὶ τοῦ οὔρου], ὅσον μόνον [διαστολὰς] καὶ συστολὰς ἔχουσα εἰς ὅσον ὑποπίμπλασθαί τε [καὶ κε]νοῦσθαι πέφυκεν.