De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Πυριᾷν δὲ καὶ κύστεσι θερμοῦ ὕδατος, καὶ ἀλεύρῳ θερμῷ ἐν μαρσύποις καὶ ῥάκεσιν ἠλαιωμένοις, καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, παρακαλοῦντα οὐρεῖν ἐν τῷ ὕδατι· ἔστω δὲ καὶ | ἀφέψημα λίνου σπέρματος καὶ τήλεως ὕδωρ, καί τι καὶ σπερμάτιον ἐμβεβλήσθω τῶν εὐωδῶν.
Πάνυ μὴν ἐμπείρου
ἐστίν· οὐ γὰρ δύναται ἡ κύστις ὑπὸ φλεγμασίας καὶ σκληρότητος περιστελλομένη ἐκπέμπειν τὸ οὖρον· καὶ ἄλλον τινὰ παραστάντα πιέζειν τὸ ἦτρον, ἀλλὰ μὴ πλέον τοῦ καιροῦ, ὡς μὴ ἐκ περισσοῦ ὀδύνη γίγνηται.Καὶ ἔστι Φιλομήλου τὸ νόημα πρώτου, ὡς ἐγὼ οἶδα, καὶ οὔρησεν ὁ ἄνθρωπος αὐτῷ ποιήσαντι οὕτως.
Χρὴ | δὲ καὶ ταῖς ὠμαῖς λύσεσι τοῦ μήκωνος ἐμβαλεῖν, καὶ τοῦ ὑοσκυάμου, καὶ τοῦ μανδραγόρου.
Μετὰ δὲ σικυωνίῳ ἐλαίῳ χρίειν, | [καὶ κηρωτὰς ἐπιτι] θέναι διὰ οἰσύπου καὶ καστορίου πεποιημένας.
[Τὴν δὲ τοῦ αὐλίσ]κου κάθεσιν ἀνδρὶ μὲν ἀποδοκιμάζω· διὰ γὰρ τὸ [ἐργωδῶς ἐγκα]θίεσθαι τὰς ὀδύνας προσπαροξύνει· γυναι[κὶ δὲ δοκῶ οὐκ ἄ]πο τρόπου
εἶναι καθιέναι· βραχύς τε γὰρ ὁ [οὐρητὴρ καὶ κα]τὰ εὐθὺ πέφυκεν, ὥστε ἀνωδυνώτερον διαχει[ρίζεσθαι.—Τὰς μὲν] φλεγμονὰς θεραπεύειν οὕτως.
Εστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥή[γνυται] δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι | ἔξω διαδίδωσι τοῦ αἵματος, τὸ δέ τι καὶ εἴσω πήγνυται.
Πάντως δὲ τὰ τοιαῦτα ἀσώδη, καὶ ἐφιδροῦντα, καὶ ἄκρα ψύχεται, καὶ οὖρα ἐπιλαμβάνεται.
Διὰ ταχέων οὖν, ὥσπερ ἐν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, καὶ ἐπιδῆσαι βραχίονας, περιστρέψας ἔριον, ἢ ὑποδεσμίσι, καὶ σπόγγους προστιθέναι, βρέχων ὄξει καὶ ὕδατι,
τῷ ἐπισείῳ καὶ τῷ περινέῳ, καὶ καταπλάσσειν πολύγονόν τε καὶ βάτον, καὶ ῥοιᾶς ἄνθη, καὶ σέλινον καὶ κορίαννον, καὶ σχίνου φύλλα.Τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ ἀφαιρεῖν, πρὶν εἶναι χλι|αρόν.
Διδόναι δὲ καὶ πίνειν τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, οἷον τῆς τε ποντικῆς ῥίζης κεκομμένης, καὶ λωτοῦ τορνεύματα, καὶ γλυκυσίδης τὸν ἐρυθρὸν κόκκον, καὶ ῥάμνου φύλλων, καὶ προμάλου ἀπόβρεγμα, καὶ μηδείου ῥίζαν, καὶ κλυμένου, καὶ ἵππουριν, καὶ κενταυρίου τοῦ μεγάλου τὴν ῥίζαν, καὶ λιβανωτοῦ φλοιόν.
Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.
Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι
διαχεῖν αὐτὸ φαρμάκοις, τοῦ τε ἡμιονίου | διδόντας πίνειν, καὶ τῆς ἀρτεμισίας, καὶ τοῦ ἑλιχρύσου, [καὶ τοῦ ὀποῦ τοῦ κυρη]ναϊκοῦ, καὶ τῆς κονύζης, [καὶ ἀψινθίου, καὶ ῥα]φανίδος τοῦ σπέρματος, καὶ βάτου χυλοῦ, καὶ [σεύτλου χυλοῦ, ἐν ὄ] ξει ἀρτύων ἕκαστον, [ἢ] λαγωοῦ πυτίας, ἢ νεβροῦ, ἢ [ἐρίφου, ἢ ἄλλου τινὸς ζῴου].Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λιθιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, [ὡς τὰ ἕλκη] τὰ ἔναιμα.