De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Ἑψέσθω δὲ ἐν τῷ ἐλαίῳ πήγ[ανον, καὶ] ἄνηθον, καὶ ἡ ἀλθαίας ῥίζα, καὶ | ἡ κοιλία ὑποκλυζ[έσθω μα]λακῷ κλύσματι, καὶ ἔπειτα
ἐνιέσθω τοῦ ἐπιβρέγματος εἰς τὸ ἔντερον, ὡς καὶ ἐνθένδε παρηγορῆται.Ἄμεινον δὲ, εἰ καὶ μήκωνα συνέψοις τῷ ἐλαίῳ, καὶ εἰ χηνὸς στέαρ διατήκων, ἢ ὄρνιθος, ἐγχέοις.
Ἐγὼ δὲ καὶ ὀποῦ μήκωνος τρίτον ἡμιοβολίου μετὰ σμύρνης καὶ κρόκου ὀλίγου χρίσας εἰς ἔριον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξὶ, καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύσαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος· ὥστε μοι ἤδη τὸ φάρμακον καὶ εἰς ἄλλας ὀδύνας ἀρκεῖν. —