De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

| Τήν τε

οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξυῤῥοδίνῳ, κατάπλασσε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ, καὶ κοτυληδόνα, καὶ ἑλξίνην, καὶ ἀνδράχνην, καὶ ὅσα ἄλλα.

Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς, καὶ ἑλένιον ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων.

Κατὰ ἀρχὰς δὲ ἐν ἀγκῶνι φλέβα τέμνειν. —

Τὰ μὲν οὖν νεφριτικὰ οὕτως ἄν τις κάλλιστα ἰῷτο.

Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ Θανατωδέστατόν ἐστι φλεγμονὴ κύστεως· | ὥστε πυρέττουσί τε ὀξέως, καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν οὐ δύνανται, καὶ [ἦτρον] μὲν σκληρύνεται αὐτοῖς· ὀδύναι

δὲ ἰσχυραὶ τὸ ἐπίσειον [τ]ύπτουσιν· χεῖρες δὲ καὶ πόδες οὐκέτι ἀναθερμαίνονται· μάλιστα | δὲ περὶ ἥβην καὶ ὀλίγον ἔμπροσθεν καταλαμβ[άνουσιν οἱ πόνοι.] Ἀποκτείνει διὰ ταχέων, εἰ μὴ οὐρήσειαν πολλ[ὰ οὖρα καὶ παχέα καὶ] πυώδη, καί τι τῆς φλεγμονῆς πρὸς τὰ ἔξω τρ[απείη, ἢ ἀνείη ἡ ὀ]δύνη.

Φλέβα τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, [ἀλλὰ ἀρχο]μένης τῆς νόσου, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς [Θέρμαινε]. —