De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

--—Τούτοις κατὰ ἀρχὰς ἀτρεμεῖν τε συμφέρει καὶ σιτί[α στύφοντα, καὶ οἶ]νοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λα[γνείας· πίνειν δὲ] τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, μάλι[στα πολυγόνου] χυλὸν, καὶ τραγάκανθον ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς [ῥίζηε] τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύϊ ἔξωθεν τὰ πρὸς τοὺς [ῥοῦς] καὶ τὰς πτύσεις τοῦ αἵματος, καὶ ὅσα ξηρότητι συντείνειν

δύναται· μετὰ δὲ, ἀνατρέφειν τὴν ἕξιν γάλακτί τε μηλείῳ, καὶ σιταρίοις, καὶ κρέασι, ἕως ἂν καὶ τὰ γυμνάσια ἤδη προσδέχωνται, καὶ τὸ σύμπαν σῶμα [εἰς] ἰσχὺν ἄγειν· οὕτω | γὰρ καὶ οἱ νεφροὶ τὸ οἰκεῖον ἔργον ἐπιτελέσουσιν· οἰκεῖον δέ που τοῖς νεφροῖς διηθεῖν τὰ οὖρα ἀπὸ τοῦ αἵματος, καὶ μήτε χροιὰν αἵματος, μήτε αἷμα αὐτὸ, μήτε παχύτητα ἄλλην μηδεμίαν παριέναι ἔξω. —

Οἷς δὲ κατὰ περιόδους αἵματος οὔρησις γίγνεται, πρὶν μὲν κενωθῆναι τοῦ αἵματος, βαρεῖς κατὰ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν· κενωθέντες δὲ ἐπικουφίζονται, ὥσπερ ἐπὶ αἱμοῤῥοΐδι. Χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι, ὀλίγον τῆς περιόδου ἔμπροσθεν.

Τὸ μὲν κεφάλαιον τῆς Θεραπείας τόδε· διαιτᾷν δὲ, ὥσθε μὴ πληθώραν ὑπογίγνεσθαι, καὶ τὰ ἄνω γυμνάζειν.