De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς | λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ ἔχουσιν.
Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μικρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ
καὶ αἱ καθάρσεις κωλύουσιν· τὸ δὲ δὴ μέγιστον· ἀταλαιπωρότερον γὰρ ἐν τοῖς ἀφροδισίοις τῶν ἀνδρῶν ἀπαλλάττουσιν· εἰ δέ τι καὶ ἕτερον ἐπικαλεῖται τὰ νεφριτικὰ, καὶ αἱ τῶν μίξεων συντάσεις.Ὅσοις μὲν οὖν μείζους ἔνεισι | λίθοι, ὀδύνας τε ὀξείας παρέχουσι καὶ στραγγουρίας· οὐ γάρ εἰσιν αἱ κοιλίαι τοῖς νεφροῖς εὐρεῖαι, ἀλλὰ αὐταί τε μικρότεραι, καὶ ὁ νεφρὸς ὑπὸ στερεότητος οὐκ ἂν διασταίη, ὥσπερ ἡ κύστις.
Οὐροῦνταί γε μὴν οὗτοι μᾶλλον ἢ οἱ ἐν τῇ κύστει· καὶ γάρ τι καὶ ἥττους γίνονται καὶ μαλθακώτεροι· ἅτε οὖν πολυχρόνιοι ὄντες, ἀλγεινότατοι μέν εἰσι τοῖς νεφροῖς, καὶ διὰ τῶν οὐρητήρων ἰόντες, καὶ αὖθις ὅταν εἰς τὸ αἰδοῖον ἐρείσωσιν.
Πολλοὶ δὲ καὶ αἷμα ἀπούρησαν ὑπὸ βίας τοῦ λίθου, καὶ ἐνάρκησαν μηρούς τε καὶ ἰσχία, καὶ τἄλλα πάθη, ὅσα ἐπὶ τοῖς ἕλκεσιν εἴρηται.
Οἱ δὲ οὐδέ τινα ὀδύνην ἔσχον, | οὐδὲ αἷμα οὔρησαν, οἷς πῶροι μὲν οὐ συνίστανται,
ψαμμία δὲ λεπτά· οὐδὲ μέγα πραγμα[|τεύονται οὗ]τοι, οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι· χρὴ δὲ μηδενὸς [ἀμελεῖν· καὶ γὰρ τῷ] χρόνῳ ἀποδείκνυται πάντα δεινότερα. —Θεραπεύειν οὖν χρὴ τοὺς τάδε πά[σχοντας, καὶ] τὰς οὐρήσεις τῶν λίθων, καὶ τὰς ὀδύνας, τοῖς τε διὰ τοῦ πη[γάνου ἀποβρ]έγμασι, καὶ καταπλάσσοντας ἀλεύρῳ θερμίνῳ ἐ[νηψημένῳ] γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ πευκεδάνου τὰς ῥίζας [ὡς λειοτ]άτας καὶ μανδραγόρου φλοιὸν, καὶ μήκωνα, καὶ ὑοσκυάμου σπέρμα, καὶ ἀνθεμίδας τὰς εὐώδεις.
| Ἀγαθὸν
δὲ καὶ ἄρτον ἕψοντα ἐν γλυκεῖ καταπλάσσειν, μᾶλλον μὲν ὀσφὺν καὶ κενεῶνας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον κάκιον, πυκνὰ δὲ ἄλλο καὶ ἄλλο ἐπιφέρειν πρὶν [ἢ] ψυχρὸν εἶναι τὸ πρῶτον· εἰ δὲ μὴ, θερμάσματί γε ἔξωθεν ἑτέρῳ σκεπάζειν, ὡς μὴ καταψύχηται.Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ | κόκκον, ᾧ βάπτουσι τὰ φοινικὰ μετὰ λευκοΐου σπέρματος, καὶ ἀσφοδέλου ῥίζης ἀφέψημα μετὰ σελίνου σπέρματος, καὶ πίτυος τῶν φύλλων. —
Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον,
καὶ ἄγνος, καὶ τῆς ὀξείας μυρσίνης ἡ ῥίζα, σμύρνα τε καὶ τῆς δάφνης ἡ ῥίζα, καὶ παλιούρου σπέρμα· πολλάκις γὰρ ὑπὸ μεγέθους ἐνισχόμενοι, εἰς τὸν ἔσχατον κίνδυνον ἄγουσι, τῇ τε τῶν πό νων ὀξύτητι, καὶ οὐκ ἐῶντες τὸ οὖρον ὑποχωρεῖν.