De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρόφασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστερον λιθιάσαι τὴν κύστιν.
Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —
| Γένοιντο δὲ ἂν πῶροι καὶ ἀπὸ ἄλλων ὑδάτων καθαρῶν | μὲν καὶ ἀνυποστάτων, ψυ
χροτέρων δὲ καὶ σκληροτέρ[ων τοῦ καιροῦ· ταῦτα οὖν γῆς ἀπή]θημα ἡγοῦμαι ψυχροτέρας εἶναι τὰ πο[λλὰ διὰ ἐμαυτοῦ πεπειρα]μένος.Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυχρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται.
Προσ[συνεργεῖ δὲ καὶ ὁ οὐρη]τὴρ στένος ὤν· οὐ γὰρ δέχεται πᾶσαν τὴν ὑπόστα[σιν. —
Τὰ μὲν τεκ]μή[ρι]α
τοῦ τὴν ψυχροτέραν κύστιν λίθους τρέφειν το|αῦτά ἐστιν· εἰκὸς μὴν καὶ ὑπὸ Θερμοῦ τινος ξηρανθῆναί ποτε ὑποστάθμην ἐν κύστει, ὥσπερ καὶ οἴνου τρύγα, καὶ ἄλλην τινὰ ἰλὺν ἔξω· ἄλλα [δὲ] ἐγὼ τεκμήρια οὐκ ἔχω εἰπεῖν τῆςδε τῆς νόσου, εἰ μὴ ἄρα τὴν χροιὰν τῶν πωριδίων· εἰκάσται γὰρ ὠπτημένοις ὀστράκοις.Ποτὲ οὖν συμφέρει τοῖς ψυχροτέροις οὐρητικοῖς χρῆσθαι, καθάπερ τῷ σελίνῳ, αἱ τῷ σικύῳ, καὶ τῷ ὑακίνθου σπέρματι, καὶ τῷ ἀσπαράγῳ, καὶ τῷ τοῦ λευκοίου, καὶ κρόκου ταῖς ῥίζαις, καὶ ἰωνιᾶς τοῖς φύλλοις, ἐμεῖν τε ἀπὸ δείπνου συνεχῶς, καὶ μηδὲν πυρῶδες προσ|Φέρεσθαι, ὃ μέλλει τὴν κύστιν Θερμαίνειν· δίαιταν δὲ τὴν ἄλλην ἀπονωτέραν ἐξευρίσκειν. —
Ὅπου δὲ τὸ ψυχρὸν κρατεῖ, οὐρητικοῖς μὲν τοῖς Θερμοτέροις χρῆσθαι, ὁποῖά ἐστιν ἥ τε ἶρις, καὶ τὸ αἰθιοπικὸν
κύμινον, καὶ τῆς βαλσάμου ὁ καρπὸς, καὶ τὸ κιννάμωμον, καὶ ἡ κασσία, καὶ τὸ ἄκορον, καὶ τὸ μῆον· ἀπεψίας δὲ καὶ πλησμονὰς φεύγειν· ὕδατά τε πηγαῖα καὶ καθαρὰ ἐκλέγεσθαι, οἴνους δὲ κιῤῥοὺς καὶ εὐόδμους· ταλαιπωρεῖν δὲ τῷ σώ|ματι προθυμότατα, καὶ λού|[εσθαι μὲν σπανίως, χρίεσθαι δὲ π]υκνὰ, καί ποτε καὶ πρὸς πῦρ στάντα[τρίβεσθαι.ᾩσαύτως καὶ αἱ] ψυχρολουσίαι συμφέρουσι, Θερμαὶ [δὲ παντάπασι κάκισται.
Τὴν] δὲ γαστέρα ἐν πᾶσι μὲν τοῖς κατὰ [κύστιν μὴ κινεῖν, μάλιστα δὲ] ἐν τοῖς παροῦσιν· εἰ γὰρ ταύτῃ ὑπ[ίοι ἐπὶ πολὺ, ἁλμυρώτεραί] τε ἂν αἱ οὐρήσεις καὶ μείους γίγνοιντο.
—[Τοιαῦτα μὲν οὖν ἐπὶ τὴν] λιτιῶσαν κύστιν πραγματευτέον, καί τινα [τῶν πρὸς λιθιῶντας νεφροὺς] εἰρημένων.
Τοιγαροῦν καὶ ψωριῶσαι κύστεις ὤφθησαν· [σημαίνει] μὲν τοῖς τε οὔροις τραχείας καὶ πιτυρώδεις ὑποστάσεις ἔχουσι, καὶ τοῖς κνησμοῖς τοῦ τε ἐπιγαστρίου, καὶ τοῦ ἤτρου.
Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ ὀδυνᾷ πλέον, ὥστε καὶ τὰ τῶν ἑλκῶν συνεδρεύσαι ἂν εἰκότως.
Τούτοις μὲν σημαίνει τὸ νόσημα·| καθισταμένους δὲ εἰς θεραπείαν αὐτοῦ, γιγνώσκειν μὲν ὡς οὐκ ἔστι πάντῃ ἰάσιμον· πειρᾶσθαι δὲ ὅμως τὰ δυνατὰ παρηγορεῖσθαι.
Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς
καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐρίφου, ἢ ἀρνὸς, καὶ τὸ τῶν φοινίκων ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἀμύλιον, καὶ ῥοφήματα, καὶ ἔτνη, καὶ ἰχθῦς ἁπαλοσάρκους, ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, δάκνει δὲ ἥκιστα, οἷον σταφυλίνους τε ἑφθοὺς, καὶ κρῆθμα, καὶ μά|ραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπαράγους, καὶ σικύους, καὶ ὅσα ἄλλα· δεῖ γὰρ τοῖς οὐρητικοῖς ἀποκαθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον.