De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον

τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς μᾶλλον φυλακτέον.

Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι.

Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.

Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρόφασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστερον λιθιάσαι τὴν κύστιν.

Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —

| Γένοιντο δὲ ἂν πῶροι καὶ ἀπὸ ἄλλων ὑδάτων καθαρῶν | μὲν καὶ ἀνυποστάτων, ψυ

χροτέρων δὲ καὶ σκληροτέρ[ων τοῦ καιροῦ· ταῦτα οὖν γῆς ἀπή]θημα ἡγοῦμαι ψυχροτέρας εἶναι τὰ πο[λλὰ διὰ ἐμαυτοῦ πεπειρα]μένος.

Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυχρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται.