De renum et vesicae affectionibus
Rufus of Ephesus
Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.
Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέζουσι πλέον.
Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλλων κακῶν.
Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ
τοῖς κατὰ νεφροὺς | ἕλκεσιν· μέγιστον δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι, καὶ [ἡ] ὑπόλοιπος χρηστὴ δίαιτα, ὡς μὴ δριμὺ τὸ οὖρον γιγνόμενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη.