Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
ἅτε δὲ οὐκ ἐν ῥυθμῷ ὂν τὸ ζῷον, ἀλλὰ ἐμβριθὲς μὲν τὰ μέσα, μακρὸν δὲ κατὰ τὸν αὐχένα, κοῦφον δὲ κατὰ τὸ οὐραῖον, ἀραιὸν δὲ κατὰ τὰς πτέρυγας, ἐσχισμένον δὲ κατὰ τὰ κῶλα, κλυδάζεται τὴν πτῆσιν, ὥσπερ ναῦς χειμαζομένη.
Τοῦτο γνοῦσα ἡ γέρανος, ἢ αἰσθανομένη ἢ πειραθεῖσα, οὐ πρότερον ἀνίπταται, πρὶν ξυλλάβῃ λίθον τῷ στόματι ἕρμα εἶναι αὐτῇ πρὸς τὴν [*](περὶ ἐλὰφων)πτῆσιν.
Ἔλαφοι ἐκ Σικελίας ἐπὶ Ῥηγίου περαιοῦνται, νηχόμεναι ὥρα θέρους ἐπιθυμίᾳ καρπῶν· ἅτε δὲ ἐν [*](6 γέρανοι sq. cf. Plut. de soll. an. 10 et 28 Cicer. nat. deor. II 48. 125 Plin. n. hist. X 59 (═ Solin. 10. 12) || 9 Σκυθῶν γῆς sq. cf. Herod. II 22 || 17 ἔλαφοι sq. cf. Plin. n. hist. VIII 115 (═ So- lin. 19. 12) | ἐκ Σικελίας ἐπὶ Ῥηγίου vel e Cilicia in Cyprum cf Aelian. nat. an. 56 Oppian. cyn. ll 215) [*](6 αἱ γέρανοι — 16. 17 πρὸς τὴν πτῆσιν Apostol. V 35 (Arsen. XIV 72) || 17 ἔλαφοι — p. 69. 10 θηρία Apostol. X 4) [*](7 ἀφιστάμεναι α(δ) || 8 τὰς om. MNα(δ) || 9 τῶν Σκυθῶν MNα(θ) corr. Reiske || 10 ὂν om. MNα(δ) || 11 κατὰ τὸν — 12 ἀραιὸν δὲ om. M || 13 κλυδωνίζεται B Apost. || 14 τοῦτον MN | ἡ om. α(δ) | αἰσθανομένη (νο in ras.) R! αἰσθομένη Apost. (ut or. 21. 5a R) || 15 πρὶν — 16 πρὸς τὴν om. M | ξυλλαβεῖν Apost. || 16 ἕρμα μὲν εἶναι α(δ) | αὑτῇ α(δ) || 17 πτῆσιν, φυλακὴ δὲ πρὸς σωτηρίαν. ἔλαφοι MNφα(δ) || 18 καρπῶν] σκορπίων Markl.)
νήχονται ἐπὶ μιᾶς τεταγμέναι, ἀλλήλαις ἐπόμεναι, ὥσπερ στρατόπεδον ἐπικέρως βαδίζον· νήχονται [*](40a)δὲ ἐπιθεῖ|σα ἑκάστη τὴν κορυφὴν τῇ τῆς ἡγουμένης ἰξύϊ·
ἡ δὲ στρατηγοῦσα τῆς τάξεως, ἐπειδὰν κάμῃ, ἐπὶ οὐραῖον μεθίσταται, καὶ ἡγεῖται ἄλλη, καὶ οὐραγεῖ ἄλλη· ὡς ἐν τοῖς στρατοπέδοις Ξενοφῶν μὲν οὐραγεῖ, [*](CH) ἡγεῖται δὲ Χειρίσοφος· ὥστε καὶ στρατηγίας τακτικῆς μεταποιεῖται ταυτὶ τὰ θηρία.
Μήποτε οὖν αἴσθησις μὲν καὶ πεῖρα οὐκ ἀνθρώπινον, λόγος δὲ ἀνθρώπου ἴδιον· καὶ οὐδὲν ἂν εἴη ἄλλο ἐπιστήμη πλὴν βεβαιότης λόγου, ὁδεύοντος κατὰ τὰ αὐτά, ἐκθηρωμένου τὰ συγγενῆ τῶν πραγμάτων, καὶ διακρίνοντος τὰ ἀνόμοια, καὶ τὰ ὅμοια συγκρίνοντος, καὶ τὰ οἰκεῖα συντιθέντος, καὶ τὰ συγκεχυμένα διαιροῦντος, καὶ τὰ ἀλλότρια χωρίζοντος. καὶ τὰ ἄτακτα συντάττοντος, καὶ τὰ ἀνάρμοστα ἁρμοζομένου.
Τοι. οῦτον γὰρ ἀμέλει καὶ ἀριθμητική, καὶ γεωμετρία, καὶ μουσική, καὶ ὅσαι ἄλλαι χειρουργίας ἀδεεῖς τῇ τοῦ λόγου ῥώμῃ ἐπεξῆλθον τοῖς αὐτῶν νοήμασιν καὶ ἐξειργάσαντο.
[*](8 Ξενοφῶν sq. cf. Xen. anab. III 2. 25 || 9 στρατηγίας sq. nam artium virtutumque participes esse feras Stoici docebant cf. dissert meae p. 72 sq.)[*](1 πλῷ περαιουμένη ἐξασθενεῖ B Apost. || 2 κάματον (ον in ras. ex ω) R! || 4 ἐπικέρως Hob. ἐπικαίρως codd. cf. Suid s. v. ἐπικαίρως et nostro serm. „rechtsum“ ἐπὶ κέρως Portus Kusterus (Δ) || 7 τὸ οὐ- ραῖον Apost. οὐραγίαν Schenkl || 8 in mge CH(MEIVCAI) (vet. schol. u) R! || 11 μήποτε] μήτε MNα(δ) corr. Markl. | ἀνθρώπινον] ἀνθρώ- που ἴδιον Markl. || 12 ἂν om. MNα(θ) corr. Markl. || 16 καὶ τὰ ἀλλότρια χωρίζοντος καὶ τὰ συγκεχυμένα διαιροῦντος Rohdich || 17 διαιροῦντος] βεβαιοῦντος B || 18 ἁρμοττομένου MNα(δ) | τοι- αῦτα MNφ τοιαῦται α(δ) || 20 ὅσας ἄλλας Reiske | ἀνενδεεῖς α(δ) || 21 ῥύμῃ MNφα(θ) | ἐπεξῆλθε καὶ MNα(δ) | αὑτῶν Reiske ἀν- θρώπων α(θ) | κατεξειργάσαντο Heins. καὶ ἐξειργάζοντο Dav.)Καὶ μὴν Ὅμηρὸς οὐ ταύτας πρεσβυτάτας ἐπιστημῶν λέγει, παλαιὸς ἀνήρ, καὶ ἀξιόχρεως δήπου πιστεύεσθαι, ἀλλὰ θαυμάζει τούτους μόνους, ὡς σοφούς, [*]((ρ 384))
Ὤ τῆς ἰσοτιμίας. Ὁ μάντις σοφός, καὶ ὁ τέκτων σοφός, καὶ ὁ Ἀπόλλων δήπου, καὶ ὁ ἰατρός, καὶ ὁ Ἀσκληπιὸς δήπου ὁμοίως τίμιος, καὶ ὁ Φήμιος.
Μήποτʼ οὖν Ὅμηρος μὲν ταῖς ἐπιστήμαις τὰς τιμὰς νέμει κατὰ τὴν εὕρεσιν μᾶλλον ἢ κατὰ τὴν χρείαν αὐτῶν, ἡμῖν δὲ οὐ ταύτῃ θηρατέον, ἀλλὰ ὡδὶ λέγωμεν·
ὅτι ἡ τοῦ ἀνθρώπου ψυχὴ τὸ εὐκινητότατον οὖσα τῶν ὄντων καὶ ὀξύτατον, κεκραμένη ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, κατὰ μὲν | τὸ θνητὸν αὐτῆς [*](40b) ξυντάττεται τῇ θηριώδει φύσει, καὶ γὰρ τρέφει, καὶ αὔξει, καὶ κινεῖ, καὶ αἰσθάνεται·