Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται· ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς· ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν μερῶν, σώζει δὲ τὸ πᾶν· φροντίζει γὰρ τοῦ ὅλου.
Ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. Οὐδὲ ἐνταῦθα τοίνυν εὐκτέον; Ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον· τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει· εἰ δὲ ἐπισφαλές, οὐδὲ αἰτοῦντι δώσει.
Τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον.
Τί δὲ τῶν κατὰ τὴν εἱμαρμένην; ἢ κἀνταῦθα ἡ εὐχὴ γελοιότατον· θᾶττον γὰρ ἄν τις βασιλέα ἔπεισεν, ἢ τύραννον· τυραννικὸν δὲ ἡ εἱμαρμένη, καὶ ἀδέσποτον, [*](1 μόρια sq. simil. or. 15. 5a sq. cf. Epict. diss. II 9. 4 || 2 τοῦ ἰατροῦ sq. cf. Phil. de pr. et poen. 5 provid. 57 Simpl. in Epict. 84 || 3 ἀποκρινεῖται vi. supra p. 41. 19 || 7 Ἀθηναῖοι — 8. 9 φλέ- γεται ═ or. 41 4h || 18 εἱμαρμένην sq. cf. Luc. lup conf. 5 (630) Orig. c. Cels. lI 68 Senec. nat quaest. lI 35. 1) [*](20 τυραννικὸν — p. 59. 5 Μιλησίους n) [*](18 in mge ὅτι οὐδὲ περὶ τῶν καθʼ εἱμαρμένην β΄ (vet. schol. b) R!) [*](5 ἀλλʼ α(δΔ) | σώζεσθαι B || 7 λιμώττουσιν Βφα(δ) || 8 θα- λαττα ἐπικλύζεται MNα(δ) || 12 κἂν φα(θ) | προνοῇ φα(θ) || 13 (et 17) εὐκταῖον MNα! | ὅμοιον γὰρ ὡς Mα(δ) || 14 τοῦτο μὲν γὰρ B || 15 ἀνύτει τι Hob cum R (ανυτι) et B (ὀνήσει τι)] ἀνύσιμον MNα(δΔ) || 18 ἧ κἀνταῦθα Bα(δΔ))
Ἐν μὲν γὰρ δημοκρατίᾳ δύναται τι καὶ πειθώ, καὶ εὐχή, καὶ θεραπεία, καὶ λιταί· ἐν δὲ τυραννίδι ἡ βία κρατεῖ· ὡς ἐν πολέμῳ Ὅμηρος, [*]((Ζ 46))
Τίνα τοίνυν ἄποινα δόντες τῇ εἱμαρμένῃ ἐκλυσόμεθα ἑαυτοὺς τῆς ἀνάγκης καὶ τοῦ δεσμοῦ; τίνα χρυσόν;
τίνα θεραπείαν; τίνα θυσίαν; τίνα εὐχήν; Ἀλλ᾿ οὐδὲ ὁ Ζεὺς αὐτὸς εὕρατο παῤ ἐκείνης ἀποτροπήν, ἀλλ᾿ ὀδύρεται· [*]((Π 433/4))
Τίνι θεῶν εὔχεται ὁ Ζεὺς ὑπὲρ τοῦ παιδός; Καὶ ἡ Θέτις βοᾷ, [*](1 ψάλιον simil. cf. Luc. lup. conf. 4 (629) || 13 ὁ Ζεὺς sq. vi. or. 18. 5c καὶ ὀδυρόμενοι sq. cf. Sext. Emp. hyp. l 162 || 18. 19 ἡ Θέτις sq. vi. or. 18. 5c καὶ αὖθις sq.) [*](1 ψάλιον] in mge χαλινόν (vet. schol. b) R!) [*](1 ἀμετάτρεπτον α(δ) | ψάλλιον Mα(δ) ψέλλιον N (man. sec.)n || 2 βίᾳ (in ras. ex βίας) R! | προσαναγκάζει (σ in ras.) R! || 3 συ- νεπινεύειν Heins. | αὑτῆς α(θ) | ἀνωγαῑς φα(δ) corr. Markl. || 4 καὶ] ὡς Bφ || 5 Θρασύβουλος (ος in ras.) R! || 8 Ὅμηρος om φα(δΔ) || 9 Ἀτρέως MN | δέξαι (αι in ras.) R! || 10 ἐκλυσώμεθα α(δ) || 12 τίνα εὐχήν (τι et αευ in ras.) R! || 13 ὁ Ζεὺς (ζ in ras.) R! | εὕρατο vi. supra ad p. 55. 17 || 18 τί θεῶν α(θ) unde τί θεοῖς (vel τί παρὰ θεῶν) Steph.)
Τοιοῦτο χρῆμα ἡ εἱμαρμένη Ἄτροπος, καὶ ἡ Κλωθώ, καὶ ἡ Λάχεσις, ἄτρεπτον, καὶ ἐπικεκλωσμένον, καὶ διειληχὸς τοὺς ἀνθρωπίνους βίους. Πῶς ἂν οὖν τις εὔξαιτο ἀπαραιτήτῳ εἱμαρμένῃ;