Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ἐπιτολμήσαιμι δʼ ἄν ἔγωγε εἰπεῖν, ὡς οὐδεὶς ἡδονῆς Διογένους ἥν ἐραστὴς ἀκριβέστερος. Οὐχ ἑστίαν ἔνεμεν, ἐπίλυπον γὰρ οἰκονομία· οὐ πολιτείας ἐφήψατο, ἀνιαρὸν γὰρ τὸ χρῆμα· οὐκ ἐπειράθη γάμου, ἤκουεν γὰρ τὴν Ξανθίππην· οὐκ ἐπειράθη παιδοτροφίας, ἐώρα γὰρ τὰ δεινά· ἀλλὰ ἄφετος παντὸς τοῦ δεινοῦ, ἐλεύθερος, ἄφροντις, ἀδεής, [*](1 θυλάκῳ vi. or. 1. 9 g cf. Lucian. vit. auct. 9 || 10. 11 με- τρεῖς ... μέτρῳ ut or.35 2i ceterum alludit Protagorae illud πάν- των χρημάτων μέτρον ἄνθρωπος s cf. liog. Laert. lX 51 || 12 ἐπι- τολμήσαιμι sq. ut or. 1. 8 a ; 26. 3 a || 14 οὐχ ἑστίαν ἔνεμεν sq vi. or. 36. 5 b cf. Lucian. vit. auct. 9 Diog. ep. 47 Diog. Laert. VI 38 (ἄπολις, ἄοικος sq.) vi. etiam or. 36. 3 b τὸν γυμνὸν sq. 17.18 ἄφετος sq vi. or. 36. 5 b || 18 ἐλεύθερος cf. Diog ep. 7 Lucian. vit. auct. 7 Demon. 3 vi. etiam or. 7. 5 a vers. finem) [*](4 ὀδύρεται — 7. 8 μαχόμενος n ||13 ὡς οὐδεὶς — p. 378. 3 ἀφθόνοις n) [*](2 κράτη R || 3 μὲν (ante ἡδονῆς) adrasum (sed punctis subter litteras positis in integrum restitutum) R! |λύπη R!H λύπη certt. (δΔ) ||4 στένει] στένει ει στένει Η στόλῳ στένει QV (in mge) φ 6 ἀνιᾶται — ἀπελαυνόμενος om φ || 11 ἀλγήσειας Markl. || 12 ἐπι- τομήσαιμι (suprascr. λ et η in ras ) H || 14 γὰρ 〈ἡ〉 οἰκονομία Reiske ||17 τὰ δεῖνα] τὸν δεῖνα Reiske τὸν Κλειίου Markl.)
Τὸυ Διογένην ἐῶμεν, καὶ μετίωμεν τοὺς νομοθέτας, καὶ πολιτείας σκεψώμεθα. Μή με οἰηθῇς ἐπὶ Σύβαριν ἥξειν, μηδὲ Συρακοσίων μνησθήσεσθαι τῶν ἁβροτάτων, μηδὲ Κορινθίων τῶν φιληδόνων, μηδὲ Χίων τῶν πλουσίων, μηδὲ Λεσβίων τῶν εὐοινοτάτων, μηδὲ Μιλησίων τῶν εὐειμονωτάτων·
ἀλλʼ ἐπὶ τοὺς ἡγεμόνας ἔρχομαι, ἐπὶ Ἀθηναίους ἔρχομαι, καὶ τὰ Λακεδαιμονίων ἐξετάζω. Μάστιγες αὗται καὶ πληγαὶ Αακωνικαί, καὶ θῆραι, καὶ δρόμοι, καὶ δεῖπνα λιτά, καὶ στιβάδες εὐτελεῖς·
ἀλλʼ ὁρῶ καὶ τούτων τὰ τερπνά. Κὺ γε, ὧ Αυκοῦργε, σμικρῶν πόνων μεγάλας ἡδονὰς ἀντεισάγεις· ὀλίγα δούς, μεγάλα ἔλαβες· ἐφημέρους δοὺς πόνους, ἡδονὰς διηνεκεῖς ἀντέλαβες.