Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἔμμεναι τὴν ἵππου ἀρετήν, καὶ κυνὶ τὴν κυνός; ἢ ἵππῳ μὲν καὶ κυνὶ οὐ χαλεπὸν τὸ οἰκεῖον ἀγαθόν, ἀλλὰ ῥᾳστώνη τούτων ἑκάστῳ ἐπιλαβέσθαι τῆς αὑτοῦ ἀρετῆς, εἰ ὁ μὲν ἵππος ὑπὸ τέχνης πωλευθείη καλῶς, ὁ δὲ κύων ἐν θήρᾳ σκυλακευθείη δεξιῶς·

τῷ δὲ ἀνθρώπῳ [*](5 χαλεπὸν sq. cf. Diog. Laert. l 76 (Πιττακὸς) εἶπε χαλεπὸν ἐσθλὸν ἔμμεναι· οὗ καὶ Σιμωνίδης μέμνηται λέγων ‘ἄνδρα ἀγα- θὸν ἀλαθέως γενέσθαι χαλεπὸν τὸ Πιττάκειον’ cf. etiam Plat Protag. 339c Diog. ep. 51 (Herch. 258) || 6 πότερα δὲ . . . τῷ δὲ ἀνθρώπῳ sq. vi. simil. or. 1. 8 e) [*](Codices RBMNQVα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](5 χαλεπὸν — 6 ᾆσμα x || 8 ἵππῳ — 10 ἀρετῆς v (: ῥᾳστώνη) 10 εἰ — 11 δεξιῶς v (: πωλευθείη)) [*](5 in mge Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν χαλεπὸν ἐσθλὸν ἔμμεναι· Σόλωνα δὲ μαλα- κίαν αὐτοῦ καταγνόντα φάναι | χαλεπὰ τὰ καλά· διὸ καὶ ἑκά- τερα παροιμιασθῆναι (schol. vet a) R cf. Suidas in χαλεποῦ τὰ καλὰ Apostolius Cent. XX 47) [*](1 〈Λ΄〉 Hob. Μαξίμου Τυρίου Πλατωνικοῦ φιλοσόφου τῶν ἐν Ῥώμῃ διαλέξεων τῆς πρώτης ἐπιδημίας Α΄ (falso ex p. 1. 1—3 repetita vi. praef. cap. ll) R add. τῇ ante Ῥώμῃ et om. Α΄ BQV || 3 in mge α' R! | περὶ — 4 βέβαιον α΄ (λόγος πρῶτος) R(BQ) om. α΄ NV add. λόγος λα΄ αφ τοῦ αὐτοῦ περὶ — βέβαιον M περὶ ἡδονῆς α΄ Dav. || 6 κατὰ 〈τὸ〉 παλαιὸν Steph. | δὲ R! (ex καὶ corr.) a (teste Heinsio) φ καὶ MNα(δ) δὲ καὶ BHQV ἐστι Dav. δέ ἐστιν Duk. || 9 ῥᾳστώνη] in mge ῥᾷστον (man. poster.) R! | ἐπιλαβέσθαι om. MNα(δ) | αὑτοῦ Rφ v αὐτῶν cett. (δ) || 10 ὑπὸ τῆς τέχνης v)

351
μόνῳ δυσθήρατον τὸ ἀγαθὸν καὶ δύσληπτον καὶ ἀμφισβητήσιμον, καὶ οὐδεμία πω ἐξεύρηται τέχνη,

ὑφʼ ἧς, εἰ παιδευθείη τουτὶ τὸ γένος, οὐ παρέξει τοῖς σοφισταῖς προφάσεις λόγων καὶ διαγωνίας καὶ ὁμιλίας, οὐδὲ ἀφαιρήσει αὐτοῦ τὴν ἐλπίδα τοῦ τέλους, οὐδὲ προήσεται τὴν σωτηρίαν, διὰ τὸ ἀστάθμητον τῶν λόγων ὑποτετμημένος ταῖς προσδοκίαις, οὐδὲ ἀμελήσει τοῦ μανθάνειν, οὐδὲ πείσεται, ὅπερ τῶν πλεόντων οἱ ναυσιῶντες δὴ καὶ θαλάττῃ πρῶτον ἐντετυχηκότες·

οὓς ἐὰν καὶ σμικρὸς ὑπολάβῃ κλύδων, ἐκπλαγέντες τῇ ἀηθείᾳ, καὶ καταλιπόντες τὴν ναῦν, καὶ ἀμελήσαντες τῆς σωζούσης τέχνης, παρέδωκαν αὑτοὺς τῷ κύματι, καὶ προαναλώθησαν τῆς νεώς·