Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὕτως ἄρα οὐδὲν ἕτερον ἑτέρῳ ὁμολογεῖ τῶν ἀνθρωπίνων, ἀλλὰ πάντες ἔρωτος κοινωνοῦντες ἑνὸς τοῦ πρὸς τὸ ἀγαθόν, ἵενται πολλὰς καὶ παντοδαπὰς ὁδούς, ἄλλος ἄλλης πράξεως νενεμημένος καὶ μοῖραν καὶ τύχην. [*](122a)Καὶ κοινὸς μὲν πᾶσιν ὁ τοῦ ἀγαθοῦ πόθος, τυγχάνει δὲ τοῦ ζητουμένου οὐδὲν μᾶλλον ἄλλος ἄλλου·

ἀλλὰ ὥσπερ οἱ ἐν σκότῳ χρυσὸν καὶ ἄργυρον μαστεύοντες, ἄποροι ὄντες τοῦ τὸ θηρώμενον ἐλέγξοντος φθόγγου, βρίθει καὶ ἐπαφῇ ἄπιστον εἰκασίαν λαβόντες, περιπίπτοντες ἀλλήλοις καὶ διαδάκνοντες, οὔτε ἀφιέναι τολμῶσιν, μὴ || ἄρα ἔχωσιν, οὔτε παύσασθαι πονούμενοι, [*](Ed. Duebn. p. 139) μὴ ἄρα οὐκ ἔχωσιν·