Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰσὶν καὶ ἐν ψυχῇ δημαγωγοὶ πονηροί, καὶ δῆμος ἀκόλαστος, Ἀλκιβιάδαι πολλοὶ καὶ Κλέωνες, τὴν δειλαίαν οὐκ ἐῶντες ψυχὴν ἀτρεμεῖν καὶ παραχωρεῖν τῷ ἐν αὐτῇ λόγῳ καὶ νόμῳ. Αὕτη τῆς ἐν ἀνθρώπῳ πολιτείας μοχθηρία·

Ἀρετὴ δέ, ἧσπερ εἵνεκεν τοὺς πολλοὺς λόγους κατεστησάμεθα, ἔμπαλιν ἔχει, αὐτὸ ἐκεῖνο κατὰ τὴν Λακωνικὴν πολιτείαν, ἧς τὸ τοιοῦτο μὲν πλῆθος ἄρχεται, τὸ δὲ ὀλίγον καὶ ἐπιεικὲς ἄρχει· καὶ τὸ μὲν σώζει, τὸ δὲ σώζεται· καὶ τὸ μὲν προστάττει, τὸ δὲ πείθεται· τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία· ἑκάτερον δὲ ἑκατέρου ἐνδεές, καὶ τὸ ἄρχον τῶν ἀρχομένων, καὶ τὸ ἀρχόμενον [*](1 μεστὴν παντοδαπῶν ἐπιθυμημάτων sq vi. or. 16. 4 g || 4 Περικλῆς vi. or. 7. 2 b || 6.7 λέων . . Σφακτηρίας . . Ἀλκιβιάδης . . Σικελίας vi. or. 7. 4 g || 9 πλῆθος ἀργὸν sq. vi. or. 16. 4 g μισθοφόρον vi. or 24. 7 b ὁπλῖτας ἀλλὰ sq. || 14 τὴν δειλαίαν . . ψυχὴν sq. vi.or. 7. 4 f || 18. 19 κατὰ τὴν Λακωνικὴν πολιτείαν vi. or. 16. 4 k) [*](4 δυσανάληπτον (vel δυσπαράκλητον) Dav. 2 δυσανάκτητον Markl || 6 Νικείας || 7 Θράσυλλος δΔ || 10. 11 δουλίας R 11 τυραννίδας Reiske || 19 τὸ τοιοῦτο RM τοιοῦτον N τὸ τοιοῦ- τον cett. (δ Δο) τὸ τοσοῦτον Markl.)

328
τῶν σωζόντων.

Καὶ περὶ ψυχὴν τὴν ἔχουσαν καλῶς, τὸν αὐτὸν τρόπον, σώζει μὲν ὁ λόγος, σώζεται δὲ |τὰ [*](117 a) πάθη· καὶ μετρεῖ μὲν ὁ λόγος, μετρεῖται δὲ τὰ πάθη· καὶ τὸ μὲν σοφίαν τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία.

Τάττε δή μοι πᾶν, ὅσον θεωρητικὸν τέχνης εἶδος, κατὰ τὸν λόγον· τὸ δὲ ὑπ᾿ αὐτοῦ κοσμούμενον κατὰ τὰ πάθη· καὶ τὸ μὲν σοφίαν κάλει, ἐπιστήμην οὖσαν·