Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
τοιαύτης δέομαι ἡδονῆς λόγου, ἣ φυλάξει μὲν αὐτοῦ τὸ μέγεθος, οὐ προσθήσει δὲ τὴν αἰσχύνην· τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἡ ἀρετὴ ὀπαδὸν αὐτῇ γίνεσθαι.
Ἀνάγκη γὰρ παντὶ τῷ φύσει καλῷ συντετάχθαι χάριτας, καὶ ὥραν, καὶ πόθον, καὶ εὐφροσύνην, καὶ πάντα δὴ τὰ τερπνὰ ὀνόματα.
Οὕτω καὶ ὁ οὐρανὸς οὐ καλὸς μόνον, ἀλλὰ καὶ ἥδιστον θεαμάτων. καὶ θάλαττα πλεομένη, καὶ λήϊα καρποτρόφα, καὶ ὄρη δενδροτρόφα, καὶ λειμῶνες ἀνθοῦντες, καὶ νάματα ῥέοντα.