Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ἐπεὶ δὲ καὶ τῆς θαλάττης ἔδει, χαίρειν τῇ γῇ φράσαντες, καὶ παραδόντες πυρὶ τὴν ἐκεῖ ἑστίαν, καὶ μόνα ὑπολειπόμενοι τὰ ὅπλα, εἰς τὰς τριήρεις μετῳκίσθησαν. Ἔπλεεν πόλις Ἀττικὴ καὶ ἠπειρώτης δῆμος, καὶ πλέων ὁμοῦ ἐναυμάχει, καὶ ναυμαχῶν ἐκράτει, καὶ κρατῶν εἶχεν καὶ τὴν γῆν, καὶ τὴν θάλατταν.
Ἐπαινῶ καὶ Περικλέα τῆς στρατηγίας, ὃς ἀμελήσας τῶν γεωργῶν, καὶ ὁρῶν τεμνομένας τὰς Ἀχάρνας, ἐφύλαττεν τὰς [*](7. 8 στόλου Μηδικοῦ vi. or. 13. 1 a et or. 24. 6 e οἳ καὶ γεωρ- γοῦντες sq. vi. etiam ad p. 276. 3. 4 || 10 Κυναίγειρος vi. or. 34. 9 g cf. Lucian lup trag. 32 Plut. glor. Athen. 3) [*](14 χαίρειν — 17 δῆμος p (om. tamen. 15 καὶ παραδόντες — 16 ὅπλα)) [*](7 ἐπελθόντος] ὑπελθόντος α(δ) corr. Markl. || 8 ἐπὶ τὰ nescio unde Dav. || 10 Κυνέγειρος φ | ἐλευθέρου Δ || 11 ἐξέβαλεν R! (pr man.) M || 12 Μιλτιάδης (λτι in ras.) R! 14 καὶ τῆς] κρατεῖν Knebel | θαλάττης (λατ in ras.) R! || 15. 16 ὑπολιπόμενοι α(δ Δ) ἐπιφερόμενοι Reiske ἐπιλαβόμενοι Heins. || 21 ὁρῶν] παρορῶν (vel περιορῶν) Markl.)
Ἔα μοι τὰ Ἑλληνικά, ἴθι ἐπὶ τοὺς βαρβάρους. Γεωργοῦσιν Αἰγύπτιοι, πολεμοῦσιν Σκύθαι· ἀνδρεῖον [*](103a)τὸ Σκυ|θικόν, δειλὸν τὸ Αἰγύπτιον· ἐλεύθερον τὸ Σκυθικόν, δοῦλον τὸ Αἰγύπτιον. Γεωργοῦσιν Ἀσσύριοι, πολεμοῦσιν Πέρσαι· δουλεύουσιν Ἀσσύριοι, βασιλεύουσιν Πέρσαι. Ἐπολέμουν Λυδοὶ πρότερον, ἐγεώργουν αὖθις Λυδοί· ἐλεύθεροι μὲν ὄντες ἐπολέμουν, δουλεύσαντες δὲ ἐπὶ γεωργίαν ἐτράποντο.
Μέτιθι ἐπὶ τὰ ζῷα· καὶ γὰρ ἐνταῦθα ὄψει ἐλευθερίαν καὶ δουλείαν, καὶ βίον ἐξ ἀρετῆς, καὶ ἐκ γῆς βίον. Βοῦς ἀροῖ, ἵππος ἀθλεύει· ἐὰν δὲ μεταθῇς τὰ ἔργα, παρανομεῖς περὶ τὴν φύσιν.
Τὰ δειλὰ ποιηφάγα, τὰ ἰσχυρὰ ἀγρευτικά. Ἔλαφος ποιηφαγεῖ, λέων ἀγρεύει· σπερμολογεῖ κολοιός, ἀγρεύουσιν ἀετοί· δοῦλα μέν, τὰ σπερμολόγα καὶ ποιηφάγα, ἐλεύθερα δὲ τὰ ἀγρευτικά.