Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](95b)

Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡ |δονῆς. τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ μάλα.

Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς τις.

Παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς || τῶν ὀνομάτων [*](Ed. Duebn. p. 109 e) θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπιθυμίαν καλῶ· ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι.

Ἔστω δέ, εἰ βούλονται, ὄρεξις, καὶ μὴ ἐπιθυμία ὁ ἔρως. Διῃρήσθωο δὲ τῇδε· ἐὰν μὲν ἐπὶ τὸ καλὸν φαινόμενον ἡ ψυχὴ ἄξῃ, ἔρως καλείσθω τοῦτο, οὐκ ἐπιθυμία· ἐὰν δὲ μή, ἐπιθυμία καλείσθω τοῦτο, οὐκ ἔρως.