Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ξεωοφῶντα δὲ καλεῖ μὲν Πρόξενος, παραπέμπει δὲ ὁ Ἀπόλλων, συνεκπέμπει δὲ ὁ Σωκράτης ἐκ τῆς πολλῆς σχολῆς καὶ θεωρίας, ἐπὶ στρατείαν, καὶ στρατηγίαν, καὶ σωτηρίαν Ἑλλήνων μυρίων.
Τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὐτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀρ | γὸς οὐδὲ ἠμελημένος [*](76a) ἐπιστάτης· ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον,