Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Οὐδεὶς ἐν Λακεδαίμονι Κλέων ἦν, οὐδὲ Ὑπέρβολος, κόλακες πονηροὶ τρυφῶντος δήμου.
Ἀλλὰ Καλλίαν μὲν ἐν Διονυσίοις ἐκωμῴδει Εὔπολις, ἰδιώτην ἄνδρα ἐν συμποσίοις κολακευόμενον, ὅπου τῆς κολακείας τὸ ἆθλον ἦν κύλικες καὶ ἑταῖραι καὶ ἄλλαι ταπειναὶ καὶ ἀνδραποδώδεις ἡδοναί·
τὸν δὲ δῆμον αὐτόν, τὸν τῆς Εὐπόλιδος στωμυλίας θεατήν, ποῦ τὶς ἐλθὼν κωμῳδήσει;
ἐν ποίῳ θεάτρῳ; ποίοις Διονυσίοις; καὶ τοὺς πολλοὺς ἐκείνους κόλακας, οἷς τὰ ἆθλα ἦν οὐ ταπεινά, οὐδὲ μέχρι γαστρὸς καὶ ἀφροδισίων ἥκοντα, ἀλλὰ αἱ τῆς
Ἑλλάδος συμφοραί; Ε δὲ ἤθελον Ἀθηναῖοι, παρωσάμενοι τοὺς κόλακας, πείθεσθαι Περικλεῖ καὶ Νικίᾳ, εἶχον ἂν δημαγωγοὺς ἀντὶ κολάκων φίλους.
[*](καὶ φίλους, τοὺς δὲ κακοὺς μηδέποτε ὁμοίους μηδʼ αὐτοὺς αὐτοῖς εἶναι ἀλλʼ ἐμπλήκτους τε καὶ ἀσταθμήτους sq. Herm. ap. Stob. ecl. l 277 vi. etiam or. 20. 4 b et eadem ex sententia or. 12. 3 d)[*](9 Κλέων . . Ὑπέρβολος simil. eosdem πονηροὺς δαίμονας ap- pellat Dio Chrys 25. 5 ‖ 20 Περικλεῖ Νικίᾳ simil. Clleoni Hyper- bolo oppositi cf. Dio Chrys. 225. 5)[*](1 τῷ (ante χρηστῷ) om. θ 2 πῶς] πατρὸς (προς) B 4 οὐ γὰρ] οὐδὲ NP α(δ) οὐδὲ γὰρ Markl. | ἀντέχεται Reiske (Duebn.) 5 κολακία (ut infra v. 12 κολακίας) B ἰσηγορίαν B quod probat Schenkl 8 δημοκρατίας (ο in ras.) R! | οὐθεὶς α(δ) ‖ 15 στωμυλίας (λια in ras.) R om. B ποῦ] ποῖ Reiske 20 Νεικίᾳ BΝP)Ἄν δὲ ἐπὶ τὰς μοναρχίας ἔλθῃς, κολακεύει καὶ Ξέρξην Μαρδόνιος, βάρβαρος βάρβαρον, ἀνόητος ἀνόητον, δειλὸς οἰκέτης δεσπότην τρυφῶντα·
τὰ δὲ τῆς κολακείας τέλη, ἀνίσταται ἡ Ἀσία, μαστιγοῦται ἡ θάλαττα, Ἑλλήσποντος ζεύγνυται, Ἄθως ὀρύττεται· τέλος δὲ τῆς σπουδῆς ἧττα, καὶ φυγή, καὶ θάνατος αὐτοῦ κόλακος.
Κολακεύουσιν καὶ Ἀλέξανδρον Μακεδόνες· τῆς δὲ κολακείας τὰ ἔργα ἀναξυρίδες Περσικαί, καὶ προσκυνήσεις βαρβαρικαί, καὶ λήθη τοῦ Ἡρακλέως, καὶ τοῦ Φιλίππου, καὶ τῆς Ἀργεάδων ἑστίας.
Τὰς δὲ τυραννίδας τί χρὴ λέγειν; ὅπου γὰρ δέος καὶ ἐξουσία δεσποτικὸν τὸ ἀρχόμενον ἄγχει, ἀνάγκη δεῦρο κολακείαν μὲν ἀνθεῖν, φιλίαν δὲ κατορωρύχθαι.
Ἔστιν καὶ ἐν ἐπιτηδεύμασιν καὶ τέχναις κολακείας ἰδεῖν, ὁμοίους μὲν ταῖς τέχναις κατὰ τὸ σχῆμα, ἀνομοίους δὲ κατὰ τὰ ἔργα.