Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
καὶ ὁ μὲν φίλος ὀρέγεται τοῦ ἴσου, ὁ δὲ κόλαξ τοῦ ἰδίου· καὶ ὁ μὲν ἰσοτιμίας κατὰ τὴν ἀρετήν, ὁ δὲ πλεονεξίας κατὰ τὴν ἡδονήν· καὶ ὁ μὲν ἰσηγορίας κατὰ τὴν ὁμιλίαν, ὁ δὲ ταπεινότητος κατὰ τὴν θεραπείαν· ὁ μὲν ἀληθείας ἐν τῇ κοινωνίᾳ, ὁ δὲ ἀπάτης· καὶ ὁ μὲν ὠφελείας τῆς εἰς τὸ μέλλον, ὁ δὲ χάριτος τῆς ἐν τῷ παρόντι· ὁ μὲν δεῖται μνήμης ὧν ἔπραξεν, ὁ δὲ λήθης ὧν ἐπανούργησεν· ὁ μὲν ὡς κοινῶν κήδεται, ὁ δὲ ὡς ἀλλότρια λυμαίνεται· ὁ μὲν φίλος καὶ εὐτυχίας κοινωνὸς κουφότατος, [*](71a) καὶ συμφορῶν |κοινωνὸς ἰσότατος· ὁ δὲ κόλαξ εὐτυχίας μὲν κοινωνὸς ἀπληστότατος· ἐν δὲ ταῖς συμφοραῖς ἀμικτότατος.
Φιλία μὲν ἐπαινετόν, κολακεία δὲ ἐπονείδιστον· φιλία γὰρ ἑκατέρου πρὸς ἑκάτερον ἴσην ἔχει τὴν ἀντίδοσιν, ἡ δὲ κολακεία χωλεύει· ὁ γάρ του ἐνδεὴς θεραπεύων τὸν ἔχοντα κατὰ τὴν χρείαν, καθόσον οὐκ ἀντιθεραπεύεται, ἐλέγχει τὸ ἄνισον. Ὁ φίλος λανθάνων δυστυχεῖ, ὁ κόλαξ μὴ λανθάνων.
[*](21 κατὰ τὴν χρείαν haec enim prima amicitiae species fuit Aristoteli eth. Nicom. 1155 b 18 cf Diog. Laert. lII 42)[*](2 ὁ μὲν — 4 ἴσης ν (: ἐκ τῆς ἴσης))[*](1 τέλει] τείχει B |διαθέσει (δι in ras.) R! ‖ 2 αὑτῷ φα(θ) 3 τούτῳ v ‖ 4 ᾖ] εἶ NP ἦν B | συναπολαύει — 6 ὁμιλίαν om. B συναπολλύει || 8 κατὰ (posterius)] διὰ PN ‖ 11 ὠφελίας R 13ὧν 〈εὖ〉 ἔπραξεν Markl. ‖ 16 ἰσότατος — 17 κοινωνὸς om. (in mge add.))Φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται· φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγχεται· φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής.
Εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεούς ἐπιμιξία, ὁ μὲν εὐσεβὴς φίλος θεῷ, ὁ δὲ δεισιδαίμων κόλαξ θεοῦ· καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ ὁ δεισιδαίμων.
Ὅνπερ οὖν τρόπον ὁ μὲν θαρσῶν τῇ ἀρετῇ πρόσεισιν τοῖς θεοῖς ἄνευ δέους, ὁ δὲ ταπεινὸς διὰ μοχθηρίαν μετὰ πολλοῦ δέους, δύσελπις, καὶ δεδιὼς τοὺς θεούς, ὥσπερ τοὺς τυράννους, τοῦτον, οἶμαι, τὸν τρόπον καὶ πρὸς ἀνθρώπους εὔελπις μὲν καὶ θαρσαλέον ἡ φιλία, δύσελπις δὲ καὶ ἐπτηχὸς ἡ κολακεία.
Τυ. ράννῳ οὐδεὶς φίλος, βασιλεῖ δὲ οὐδεὶς κόλαξ· βασιλεία δὲ τυραννίδος θειότερον.