Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦ δὲ αἰσθητικοῦ τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· κρεῖττον δὲ τὸ λογικὸν τοῦ ἀλόγου.

Ἀλλὰ καὶ ἐν λογικῇ ψυχῇ, ἐπειδήπερ ἐστὶν ἡ πᾶσα ὥσπερ ἄθροισμά τι, θρεπτικόν, αἰσθητικόν, κινητικόν, παθητικόν, νοητικόν. Ὃν οὖν ἔχει λόγον τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον, τοῦτον ἔχει καὶ ἡ ἔννους ψυχὴ αὐτὸ τοῦτο πρὸς τὴν ὅλην ψυχήν· καὶ δηλαδὴ ὡς κρεῖττον ἡ ἔννους ψυχὴ τῆς ἐξ ἁπάντων τούτων ἠθροισμένης·

Ποῦ τοίνυν τούτων τὸν θεὸν [*](6 τῶν ὄντων sq. vi. or. 9. 2 a sq. || 9 κρεῖττον δʼ ἔμψυχον ἀψύχου cf. Marc. Ant. V 16 κρείττω δὲ τῶν μὲν ἀψύχων τὰ ἔμ- ψυχα, τῶν δὲ ἐμψύχων τὰ λογικά || 14 θρεπτικόν sq. cf. Plut. Ei ap. Delph. 13 (390 f)) [*](1 τοῦ ÷θεοῦ R! || 3 τὸν πᾶν NO | δεῖ (in ras., ex δι) R! | ἔφες Hob. et ita Schenkl ἔφη (s. acc. R) codd. ἕπου φα(δ Δ) || 4 αἱρήσεται B ἡγήσεται Reiske (Duebn.) || 5 τὴν τιμιωτέραν om. B | ἀεὶ τέμνων B || 7 ἄψυχα ÷÷ τὰ R! || 8 τοιαῦτὰ (suprascr. τα) R! || 10 τὸ 〈δʼ〉 αἰσθητικὸν Schott. || 11 ἐσθητικοῦ O || 13 ἀλλα- 〈χοῦ τε〉 καὶ Reiske || 14. 15 αἰσθητικόν et παθητικόν om. σ2 | 16 τὸ ἄψυχον RB τὸ ἔμψυχον cett. (δΔ) | τὸ ἔμψυχον RB τὸ ἄψυχον cett. (δ Δ) | τοῦτον] τὸν αὐτὸν τοῦτον φα(δ Δ) | καὶ ἡ (in ras. ex καιμ) R! || 17 αὐτὸ τοῦτο om. φα(δΔ) || 18 δῆλα δὴ Steph. | κρεῖττον ἡ (ἡ in ras. ex ν) R! || 19 τούτων] τῶν B om. MNPα(δ) ἠθροισμένης] ἀθροισμάτων B | τοῦτον NOPSα(δ) corr. Markl. | τὸν θεὸν τούτων B)

139
τάττωμεν; πότερα ἐν τῷ ἀθροίσματι; ἀλλὰ εὐφημεῖν ἄξιον.

Λίπεται δὴ ὥσπερ εἰς ἀκρόπολιν ἀναβιβασαμένους τῷ λόγῳ τὸν θεὸν ἱδρῦσαι κατὰ τὸν νοῦν αὖ τὸν ἀρχηγικώτατον ἀλλὰ καὶ ἐνταῦθα διφυῆ ὁρῶ·

τοῦ γὰρ νοῦ ὁ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν· ὁ δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ μὴ ἄλλοτε ἄλλα· ὥστε εἴη ἂν ἐντελέστατος, ὁ νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα.