Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Τότε μὲν οὖν ἔλαθον τοὺς πολίτας, νυκτὸς κατελθόντες· τῆς δὲ ἐπιούσης ὄχλος ἠθροίσθη περὶ τὰς θύρας ἀνδρῶν, γυναικῶν. Οἱ μὲν τῷ Διονυσοφάνει συνήδοντο παῖδα εὑρόντι, καὶ μᾶλλον ὁρῶντες τὸ κάλλος τοῦ Δάφνιδος· αἱ δὲ τῇ Κλεαρίστῃ συνέχαιρον ἅμα κομιζούσῃ καὶ παῖδα καὶ νύμφην.

Ἐξέπλησσε γὰρ κἀκείνας ἡ Χλόη κάλλος ἐκφαίνουσα παρευδοκιμηθῆναι μὴ δυνάμενον· ὅλη γὰρ ἐκίττα ἡ πόλις ἐπὶ τῷ μειρακίῳ καὶ τῇ παρθένῳ· καὶ εὐδαιμόνιζον μὲν ἤδη τὸν γάμον, εὔχοντο δὲ καὶ τὸ γένος ἄξιον τῆς μορφῆς εὑρεθῆναι τῆς κόρης· καὶ γυναῖκες πολλαὶ τῶν μέγα πλουσίων ἠράσαντο θεοῖς αὐταὶ πιστευθῆναι μητέρες θυγατρὸς οὕτω καλῆς.