On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν· ἀλλὰ τῇ θαυμαστῇ τῆς ὅλης παρασκευῆς ἀγγελίᾳ παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν. ὥσπερ γὰρ εἴ τις ἐπ’ αὐτῶν ἐκείνων τῶν προκοσμημάτων μεταξὺ τῶν χρυσίων καὶ λιθοκολλήτων κρατήρων καὶ ἀργύρου κοίλου σκηνῶν τε ὁλοχρύσων καὶ ἐκπωμάτων, φέρων μέσα ἔθηκεν θυλάκια καὶ σακκία, ἀπρεπὲς ἂν ἦν τῇ προσόψει τὸ ἔργον· οὕτω καὶ τῆς ἑρμηνείας τὰ τοιαῦτα ὀνόματα αἴσχη καὶ οἱονεὶ στίγματα καθίσταται παρὰ καιρὸν ἐγκαταταττόμενα.
παρέκειτο δ’ ὡς ὁλοσχερῶς ἐπελθεῖν καὶ ὡς ὄχθους λέγει συμβεβλῆσθαι, καὶ περὶ τῆς ἄλλης παρασκευῆς οὕτως ἁμάξας εἰπεῖν καὶ καμήλους καὶ πλῆθος ὑποζυγίων φορταγωγούντων πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν τραπεζῶν χορηγήματα, ἢ σωροὺς ὀνομάσαι παντοίων σπερμάτων καὶ τῶν ἅπερ διαφέρει πρὸς ὀψοποιΐας καὶ ἡδυπαθείας, ἢ εἴπερ πάντως ἐβούλετο αὐτάρκη οὕτως θεῖναι, καὶ ὅσα τραπεζοκόμων εἰπεῖν καὶ ὀψοποιῶν ἡδύσματα.
οὐ γὰρ δεῖ καταντᾶν ἐν τοῖς ὕψεσιν εἰς τὰ ῥυπαρὰ καὶ ἐξυβρισμένα,