On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
καὶ τὸ Ἡροδότειον οὐ πόρρω, τὸ φάναι τὰς καλὰς γυναῖκας
ἀλγηδόνας ὀφθαλμῶν.καίτοιγε ἔχει τινὰ παραμυθίαν, οἱ γὰρ παρ’ αὐτῷ ταυτὶ λέγοντές εἰσιν οἱ βάρβαροι καὶ ἐν μέθῃ, ἀλλ’ οὐδ’ ἐκ τοιούτων προσώπων διὰ μικροψυχίαν καλὸν ἀσχημονεῖν πρὸς τὸν αἰῶνα.